ΑΡΧΙΚΗ / ΙΕΡΟΝ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ / ΑΚΟΛΟΥΘΙΑ ΜΕΣΟΝΥΚΤΙΚΟΥ

ΙΕΡΟΝ ΠΡΟΣΕYΧΗΤΑΡΙΟΝ

ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΕΚΚΛΗΣΙΑΣ

Μητροπολίτης Γ.Ο.Χ. Θεσσαλονίκης Χρυσόστομος (Μητρόπουλος )
Μητροπολίτης Γ.Ο.Χ. Θεσσαλονίκης
Χρυσόστομος (Μητρόπουλος )

Ἔκδοσις Β´ – Θεσσαλονίκη 2014

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΚΑΘ’ ΗΜΕΡΑΝ

ΜΕΣΟΝΥΚΤΙΚΟΥ

 

 1. ΠΡΟΛΟΓΟΣ

 2. ΕΙΣΑΓΩΓΗ – ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ

 3. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΣΟΝΥΚΤΙΚΟΥ

 4. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ / ΕΞΑΨΑΛΜΟΣ

 5. ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ’ ΩΡΑΣ

 6. Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ

 7. ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ / ΧΑΙΡΕΤΙΣΜΟΙ ΘΕΟΤΟΚΟΥ

 8. ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

 9. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ

10. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ

11. ΑΝΑΣΤΑΣΙΜΑ ΤΡΟΠΑΡΙΑ ΤΩΝ ΟΚΤΩ ΗΧΩΝ

12. ΤΡΟΠΑΡΙΑ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ / ΑΠΟΛΥΤΙΚΙΑ ΚΑΤΑ ΤΑΞΙΝ ΑΓΙΩΝ

13. ΜΑΚΑΡΙΟΣ ΑΝΗΡ

14. ΑΝΟΙΞΑΝΤΑΡΙΑ

15. ΤΡΙΑΔΙΚΑ ΜΕΓΑΛΥΝΑΡΙΑ

16. ΕΥΛΟΓΗΤΑΡΙΑ ΑΝΑΣΤΑΣΙΜΑ

17. ΕΥΛΟΓΗΤΑΡΙΑ ΝΕΚΡΩΣΙΜΑ

18. ΥΜΝΟΙ ΚΑΤΑΝΥΚΤΙΚΟΙ

19. ΕΥΧΑΙ ΤΗΣ ΤΡΑΠΕΖΗΣ

20. ΠΕΡΙ ΣΧΙΣΜΑΤΩΝ ΚΑΙ ΑΙΡΕΣΕΩΝ

21.  ΚΑΤΑΔΙΚΗ ΤΟΥ ΝΕΟΥ ΗΜΕΡΟΛΟΓΙΟΥ

22. ΚΑΤΑΔΙΚΗ ΦΛΩΡΙΝΟΣΕΡΑΦΕΙΜΙΚΩΝ

23. ΚΑΤΑΔΙΚΗ ΝΕΟΕΙΚΟΝΟΜΑΧΙΑΣ

24. ΚΑΤΑΔΙΚΗ ΕΚΚΛΗΣΙΟΜΑΧΩΝ

25. ΟΜΟΛΟΓΙΑ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ

26. ΠΡΟΕΤΟΙΜΑΣΙΑ ΔΙΑ ΤΗΝ ΘΕΙΑΝ ΚΟΙΝΩΝΙΑΝ, ΤΟΝ ΜΕΓΑΝ ΑΓΙΑΣΜΟΝ, ΤΟ ΑΝΤΙΔΩΡΟΝ & ΤΟΝ ΜΙΚΡΟΝ ΑΓΙΑΣΜΟΝ

27. ΑΙ ΝΗΣΤΕΙΑΙ ΤΟΥ ΕΤΟΥΣ

28. ΚΑΤΑΛΥΣΕΙΣ ΝΗΣΤΕΙΩΝ

29. ΜΗΝΟΛΟΓΙΟΝ ΑΚΙΝΗΤΩΝ ΕΟΡΤΩΝ

30. ΚΙΝΗΤΑΙ ΕΟΡΤΑΙ ΤΡΙΩΔΙΟΥ & ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΥ

31. ΠΑΣΧΑΛΙΑ 2014 – 2034

ΝΟΥΘΕΣΙΑΙ  ΚΑΙ  ΕΥΧΑΙ
ΠΡΟ  ΤΟΥ  ΜΕΣΟΝΥΚΤΙΚΟΥ

Ὁ Ὅσιος Πατὴρ ἡμῶν Θεοδόσιος ὁ Κοινοβιάρχης καὶ ὁ Ἅγιος Δαυὶδ ὁ Θεσσαλονικεὺς προέτρεπον τοὺς ὑποτακτικούς των καὶ λοιποὺς Χριστιανοὺς εἰς τὴν μετάνοιαν καὶ τὴν ἐπιμέλειαν τῆς σωτηρίας τῆς ψυχῆς, ὑπενθυμίζοντες εἰς αὐτοὺς τὴν φοβερὰν ἡμέραν τῆς Κρίσεως:

 

            «Παρακαλῶ σας, ἀδελφοί, διὰ τῆς ἀγάπης τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπου ἐσταυρώθη διὰ τὰς ἁμαρτίας μας, ἂς φροντίσωμεν διὰ τὴν ψυχήν μας, ἂς μετανοήσωμεν διὰ τὰς ἁμαρτίας μας τώρα ὅπου ἔχομεν καιρὸν εὐπρόσδεκτον, διὰ νὰ μὴ κλαίωμεν τότε εἰς τὴν γέενναν τοῦ πυρὸς ἀνωφέλευτα· τώρα βοηθεῖ ὁ Θεὸς ἐκείνων ὅπου ἐπιστρέφουσιν ἀπὸ τὴν κακὴν στράταν, καὶ τότε ἐξετάζει φοβερὰ τὰς πράξεις καὶ λόγους καὶ ἐνθυμήσεις ὡς Κριτὴς ἀλάθητος, καὶ ἀπολαμβάνει πᾶς ἕνας κατὰ τὰς πράξεις του, ἄλλος ζωὴν αἰώνιον καὶ ἄλλος ἀτελεύτητον κόλασιν. Ἐπιμελεῖσθε δὲ ψυχῆς πράγματος ἀθανάτου.»

 

            Ὁ δὲ Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος ἔλεγεν:

 

            «Τί ζητεῖ ὁ Θεὸς παρὰ σοῦ, ἀδελφέ, πλὴν τῆς σωτηρίας σου; Ἐὰν δὲ σὺ ἀμελῇς καὶ οὐ βούλῃ σωθῆναι, καὶ τὰς εὐθείας ὁδοὺς τοῦ Θεοῦ βαδίσαι, καὶ τὰς ἐντολὰς Αὐτοῦ μὴ θέλῃς ἐπιτελεῖν, σεαυτὸν ἀποκτείνεις, καὶ σεαυτὸν ἐκβάλεις τοῦ Θείου Νυμφῶνος.»

 

            Εἰ βούλῃ, λέγε τὰς κατωτέρω δύο Εὐχὰς τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου καὶ Χρυσοῤῥήμονος εἰς τὴν Παναγίαν καὶ Ζωοποιὸν Τριάδα, ἃς καθ᾽ ἑκάστην μετὰ τὸ ἐξεγερθῆναι τοῦ ὕπνου ηὔχετο, ὡς καὶ ἡμεῖς δυνάμεθα λέγειν πρὸ τῆς Ἀκολουθίας τοῦ Μεσονυκτικοῦ.

 

 

            Δόξα Σοι, ὁ Θεὸς ἡμῶν, δόξα Σοι· Δόξα Σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἀεὶ παρορῶν τὰς ἁμαρτίας ἡμῶν. Δόξα Σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καταξιώσας με καὶ τὴν σήμερον θεάσασθαι. Δόξα Σοι, Παναγία Τριὰς ὁ Θεὸς ἡμῶν. Προσκυνῶ τὴν ἀγαθότητά Σου τὴν ἀνεκδιήγητον. Ὑμνῶ τὴν μακροθυμίαν Σου τὴν ἀνεξιχνίαστον. Εὐχαριστῶ καὶ δοξολογῶ τὸ ἄμετρόν Σου ἔλεος, ὅτι μυρίων κολάσεων καὶ τιμωριῶν ὄντα ἄξιον, ἐλεεῖς καὶ εὐεργετεῖς με μυρίαις εὐεργεσίαις. Δόξα Σοι, Κύριε ὁ Θεός μου, πάντων ἕνεκεν.

 

            Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, διάνοιξον τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου, τοῦ ἀκούειν με τὰ λόγιά Σου καὶ συνιέναι καὶ ποιεῖν τὸ θέλημά Σου, ὅτι «πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ. Μὴ ἀποκρύψῃς ἀπ᾽ ἐμοῦ τὰς ἐντολάς Σου», ἀλλ᾽ «ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ Νόμου Σου» (Ψαλμ. ΡΙΗ´ 19, 18). Ἐπὶ Σοὶ γὰρ ἐλπίζω, ὁ Θεός μου, ἵνα Σύ μου φωτίσῃς τὴν καρδίαν· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. (P.G. 63, 923-924).

 

            Ἀπὸ τοῦ ὕπνου ἐγερθεὶς καὶ ἀναστὰς τῆς κλίνης, στῆθι μετ᾽ εὐλαβείας καὶ φόβου Θεοῦ ὡς ὁ Τελώνης καὶ εἰπέ: (1)

 

            Δι᾽ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

            Δόξα Σοι, ὁ Θεὸς ἡμῶν, δόξα Σοι, Ἁγία Τριάς, δόξα Σοι.

 

            Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν. (2)

 

ΤΡΙΣΑΓΙΟΝ (3)

            γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἡμᾶς. (τρίς)

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

            Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.

            Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

            Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου, ἐλθέτω ἡ Βασιλεία Σου, γενηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

            Δι᾽ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

Tὰ ἐφεξῆς Τριαδικά,  Ἦχος α’.

            ξεγερθέντες τοῦ ὕπνου, προσπίπτομέν Σοι, Ἀγαθέ, καὶ τῶν Ἀγγέλων τὸν ὕμνον βοῶμέν Σοι, Δυνατέ· Ἅγιος, Ἅγιος, Ἅγιος, εἶ ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἦχος β’.

            Τῆς κλίνης καὶ τοῦ ὕπνου ἐξεγείρας με, Κύριε, τὸν νοῦν μου φώτισον καὶ τὴν καρδίαν καὶ τὰ χείλη μου ἄνοιξον, εἰς τὸ ὑμνεῖν Σε, Ἁγία Τριάς· Ἅγιος, Ἅγιος, Ἅγιος, εἶ ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

            Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἦχος γ’.

            θρόον ὁ Κριτὴς ἐπελεύσεται, καὶ ἑκάστου αἱ πράξεις γυμνωθήσονται· ἀλλὰ φόβῳ κράξωμεν ἐν τῷ μέσῳ τῆς νυκτός· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

 

Κύριε, ἐλέησον ιβ’ (12).

 

Εὐχὴ εὐχαριστήριος μεθ᾽ ἱκεσίας.

            κ τοῦ ὕπνου ἐξανιστάμενος εὐχαριστῶ Σοι, Ἁγία Τριάς, ὅτι διὰ τὴν πολλήν Σου ἀγαθότητα καὶ μακροθυμίαν οὐκ ὠργίσθης ἐμοὶ τῷ ῥαθύμῳ καὶ ἁμαρτωλῷ, οὐδὲ συναπώλεσάς με ταῖς ἀνομίαις μου, ἀλλ᾽ ἐφιλανθρωπεύσω συνήθως καὶ πρὸς ἀπόγνωσιν κείμενον ἤγειράς με εἰς τὸ ὀρθρίσαι καὶ δοξολογῆσαι τὸ κράτος Σου. Καὶ νῦν φώτισόν μου τὰ ὄμματα τῆς διανοίας, ἄνοιξόν μου τὸ στόμα, τοῦ μελετᾶν τὰ λόγιά Σου καὶ συνιέναι τὰς ἐντολάς Σου, καὶ ποιεῖν τὸ θέλημά Σου, καὶ ψάλλειν Σοι ἐν ἐξομολογήσει καρδίας, καὶ ἀνυμνεῖν τὸ πανάγιον ὄνομά Σου, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἑτέρα.

            Δόξα Σοι, Βασιλεῦ, Θεὲ Παντοκράτορ· ὅτι τῇ θείᾳ Σου καὶ φιλανθρώπῳ προνοίᾳ ἠξίωσάς με τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλόν Σου ἐξ ὕπνου ἀναστῆναι καὶ τυχεῖν τῆς εἰσόδου τοῦ Ἁγίου Σου οἴκου. Δέξαι, Κύριε, καὶ τὴν φωνὴν τῆς δεήσεώς μου, ὡς τῶν Ἁγίων καὶ Νοερῶν Σου Δυνάμεων· καὶ εὐδόκησον, ἐν καρδίᾳ καθαρᾷ καὶ πνεύματι ταπεινώσεως, προσενεχθῆναί Σοι τὴν ἐκ τῶν ῥυπαρῶν χειλέων μου αἴνεσιν· ὅπως κἀγὼ κοινωνὸς γένωμαι τῶν φρονίμων παρθένων, ἐν φαιδρᾷ λαμπηδόνι τῆς ψυχῆς μου, καὶ δοξάζω Σὲ τὸν ἐν Πατρὶ καὶ Πνεύματι δοξαζόμενον Θεὸν Λόγον. Ἀμήν.

Μετανοίας γ’ (3).

            Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

            Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

            Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

 

Ψαλμὸς Ν΄ (50).

            λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

            Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

            Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.

            Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε.

            Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

            Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι.

            Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

            Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

            Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

            Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

            Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ.

            Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

            Διδάξω ἀνόμους τὰς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι.

            Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου.

            Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου.

            Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

            Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

            Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

            Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.

            Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.

 

Εἶτα ὁ «ΑΜΩΜΟΣ»

ἤτοι τὸ Δέκατον Ἕβδομον Κάθισμα τοῦ Ψαλτηρίου, Ψαλμὸς ΡΙΗ’ (118), καὶ μετ᾽ αὐτόν,

 

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

ΤΟ  ΣΥΜΒΟΛΟΝ  ΤΗΣ  ΠΙΣΤΕΩΣ

            Πιστεύω  εἰς Ἕνα Θεόν, Πατέρα Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

            Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων.

            Φῶς ἐκ Φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾽ οὗ τὰ πάντα ἐγένετο.

            Τὸν δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.

            Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα, καὶ ταφέντα.

            Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς.

            Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.

            Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης, κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς Βασιλείας οὐκ ἔσται τέλος.

            Καὶ εἰς τὸ Πνεῦμα τὸ  Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν.

            Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.

            μολογῶ ἓν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.

            Προσδοκῶ Ἀνάστασιν νεκρῶν.

            Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

 

ΤΡΙΣΑΓΙΟΝ

            γιος ὁ Θεός… γ’ (3). Δόξα… Καὶ νῦν… Παναγία Τριάς… Κύριε, ἐλέησον γ’ (3). Δόξα… Καὶ νῦν… Πάτερ ἡμῶν… Δι᾽ εὐχῶν…

 

            Εἴ μεν ἐστὶ Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτή, λέγομεν τὸ Ἀπολυτίκιον αὐτῆς. Δόξα… Τὸ αὐτό. Καὶ νῦν… Τὸ Κοντάκιον αὐτῆς.
Εἰδ᾽ ἄλλως, τὰ ἀκόλουθα τροπάρια:

 

Ἦχος πλ. δ’.

            δοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός· καὶ μακάριος ὁ δοῦλος ὃν εὑρήσει γρηγοροῦντα· ἀνάξιος δὲ πάλιν ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς καὶ τῆς Βασιλείας ἔξω κλεισθῇς· ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

            Τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν ἐννοοῦσα, ψυχή μου, γρηγόρησον ἀνάπτουσα λαμπάδα σου ἐν ἐλέῳ φαιδρύνουσα· οὐ γὰρ οἶδας πότε πρὸς σὲ ἐπελεύσεται ἡ φωνὴ ἡ λέγουσα· Ἰδοὺ ὁ Νυμφίος. Βλέπε οὖν, ψυχή μου, μὴ νυστάξῃς καὶ μείνῃς ἔξωθεν κρούουσα ὡς αἱ πέντε Παρθένοι· ἀλλ᾽ ἀγρύπνως καρτέρησον, ἵνα ὑπαντήσῃς Χριστῷ τῷ Θεῷ ἐν ἐλέῳ πίονι, καὶ δῴη σοι τὸν νυμφῶνα τὸν θεῖον τῆς δόξης Αὐτοῦ.

            Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

            Σὲ τὸ ἀπόρθητον τεῖχος, τὸ τῆς σωτηρίας ὀχύρωμα, Θεοτόκε Παρθένε, ἱκετεύομεν. Τὰς τῶν ἐναντίων βουλὰς διασκέδασον· τοῦ λαοῦ σου τὴν λύπην εἰς χαρὰν μετάβαλε· τὸν κόσμον σου ἀνακάλεσον· τοὺς εὐσεβεῖς κραταίωσον· ὑπὲρ εἰρήνης τοῦ κόσμου πρέσβευε, ὅτι σὺ εἶ, Θεοτόκε, ἡ ἐλπὶς ἡμῶν.

 

Κύριε, ἐλέησον μ’ (40).

 

            ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις, καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς Σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον· τὰ σώματα ἅγνισον· τοὺς λογισμοὺς διόρθωσον· τὰς ἐννοίας κάθαρον· καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις Σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι, καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου Σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Κύριε, ἐλέησον γ’ (3). 

 

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

            Τὴν Τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

 

            Δι᾽ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

Εὐχὴ τοῦ Ἁγίου Μαρδαρίου.

            Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ, Κύριε Υἱὲ Μονογενὲς Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, μία Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν· καὶ οἷς ἐπίστασαι κρίμασι σῶσόν με τὸν ἀνάξιον δοῦλόν Σου· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

 

Εὐχὴ τοῦ Μεγάλου Βασιλείου,

λεγομένη ἀπὸ τῆς 22ας Σεπτεμβρίου

μέχρι τῆς Κυριακῆς τῶν Βαΐων.

            Κύριε Παντοκράτορ, ὁ Θεὸς τῶν Δυνάμεων καὶ πάσης σαρκός, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, καρδίας τε καὶ νεφροὺς ὁ ἐτάζων, καὶ τὰ κρυπτὰ τῶν ἀνθρώπων σαφῶς ἐπιστάμενος, τὸ ἄναρχον καὶ ἀΐδιον φῶς, παρ᾽ ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα· Αὐτός, ἀθάνατε Βασιλεῦ, πρόσδεξαι τὰς ἱκεσίας ἡμῶν, ἃς κατὰ τὸν παρόντα καιρὸν τῆς νυκτός, τῷ πλήθει τῶν σῶν οἰκτιρμῶν θαῤῥοῦντες, ἐκ ῥυπαρῶν πρὸς Σὲ χειλέων ποιούμεθα· καὶ ἄφες ἡμῖν τὰ πλημμελήματα ἡμῶν, τὰ ἐν ἔργῳ καὶ λόγῳ καὶ διανοίᾳ, ἐκ γνώσεως ἢ ἀγνωσίας πλημμεληθέντα ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ναοὺς ἡμᾶς ποιῶν τοῦ Ἁγίου Πνεύματος. Καὶ δώρησαι ἡμῖν ἐν ἀγρύπνῳ καρδίᾳ καὶ νηφούσῃ διανοίᾳ πᾶσαν τοῦ παρόντος βίου τὴν νύκτα ἡμᾶς διελθεῖν, ἀπεκδεχομένους τὴν παρουσίαν τῆς λαμπρᾶς καὶ ἐπιφανοῦς ἡμέρας τοῦ Μονογενοῦς Σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾗ μετὰ δόξης ἐπὶ γῆς Κριτὴς τῶν ἁπάντων ἐλεύσεται, ἑκάστῳ ἀποδοῦναι κατὰ τὰ ἔργα αὐτοῦ· ἵνα μὴ ἀναπεπτωκότες καὶ ὑπνοῦντες, ἀλλ᾽ ἐγρηγορότες καὶ διεγηγερμένοι ἐν τῇ ἐργασίᾳ τῶν ἐντολῶν Αὐτοῦ εὑρεθῶμεν, καὶ ἕτοιμοι εἰς τὴν χαρὰν καὶ εἰς τὸν θεῖον νυμφῶνα τῆς δόξης Αὐτοῦ συνεισέλθωμεν, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος καὶ ἡ ἀνέκφραστος ἡδονὴ τῶν καθορώντων τοῦ Σοῦ προσώπου τὸ κάλλος τὸ ἄῤῥητον. Σὺ γὰρ εἶ τὸ ἀληθινὸν φῶς, τὸ φωτίζον καὶ ἁγιάζον τὰ σύμπαντα, καὶ Σὲ ὑμνεῖ πᾶσα ἡ κτίσις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.

            Σὲ εὐλογοῦμεν, ὕψιστε Θεὲ καὶ Κύριε τοῦ ἐλέους, τὸν ποιοῦντα ἀεὶ μεθ’ ἡμῶν μεγάλα τε καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, τὸν παρασχόντα ἡμῖν τὸν ὕπνον εἰς ἀνάπαυσιν τῆς ἀσθενείας ἡμῶν καὶ ἄνεσιν τῶν κόπων τῆς πολυμόχθου σαρκός. Εὐχαριστοῦμέν Σοι, ὅτι οὐ συναπώλεσας ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, ἀλλ᾽ ἐφιλανθρωπεύσω συνήθως, καὶ πρὸς ἀπόγνωσιν κειμένους ἡμᾶς ἤγειρας, εἰς τὸ δοξολογῆσαι τὸ κράτος Σου. Διὸ δυσωποῦμεν τὴν ἀνείκαστόν Σου ἀγαθότητα, φώτισον ἡμῶν τοὺς τῆς διανοίας ὀφθαλμούς, καὶ τὸν νοῦν ἡμῶν ἐκ τοῦ βαρέος ὕπνου τῆς ῥαθυμίας ἀνάστησον. Ἄνοιξον ἡμῶν τὸ στόμα καὶ πλήρωσον αὐτὸ τῆς Σῆς αἰνέσεως, ὅπως ἂν δυνηθῶμεν ἀπερισπάστως ᾄδειν τε καὶ ψάλλειν καὶ ἐξομολογεῖσθαί Σοι, τῷ ἐν πᾶσι καὶ ὑπὸ πάντων δοξαζομένῳ Θεῷ, τῷ Ἀνάρχῳ Πατρί, σὺν τῷ Μονογενεῖ Σου Υἱῷ, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Μετανοίας γ’ (3).

            Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

            Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

            Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

 

 Ψαλμὸς ΡΚ’ (120).

            Ήρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη ὅθεν ἥξει ἡ βοήθειά μου.

            Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

            Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε.

            Ἰδού, οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ.

            Κύριος φυλάξοι σε, Κύριος σκέποι σοι ἐπὶ χεῖρα δεξιάν σου.

            Ἡμέρας ὁ Ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ Σελήνη τὴν νύκτα.

            Κύριος φυλάξοι σε ἀπὸ παντὸς κακοῦ· φυλάξοι τὴν ψυχήν σου ὁ Κύριος.

            Κύριος φυλάξοι τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

 

Ψαλμὸς ΡΛΓ’ (133).

            δοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

            Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον.

            Εὐλογήσαι σε Κύριος ἐκ Σιών, ὁ ποιήσας τὸν Οὐρανὸν καὶ τὴν γῆν.

 

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

ΤΡΙΣΑΓΙΟΝ

            γιος ὁ Θεός… γ’ (3). Δόξα… Καὶ νῦν… Παναγία Τριάς… Κύριε, ἐλέησον γ’ (3). Δόξα… Καὶ νῦν… Πάτερ ἡμῶν… Δι᾽ εὐχῶν…

 

Καὶ τὰ τροπάρια ταῦτα: Ἦχος πλ. δ’.

            Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων Σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος εἰμὴ Σύ, ὁ δυνάμενος καὶ τοῖς μεταστᾶσι δοῦναι τὴν ἀνάπαυσιν.

            βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων Σου· ἐν Σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

            Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων Σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

            Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

            Μακαρίζομέν σε πᾶσαι αἱ γενεαί, Θεοτόκε Παρθένε· ἐν σοὶ γὰρ ὁ ἀχώρητος Χριστὸς ὁ Θεὸς ἡμῶν χωρηθῆναι ηὐδόκησε. Μακάριοι ἐσμὲν καὶ ἡμεῖς προστασίαν σε ἔχοντες· ἡμέρας γὰρ καὶ νυκτὸς πρεσβεύεις ὑπὲρ ἡμῶν, καὶ τὰ σκῆπτρα τῆς βασιλείας ταῖς σαῖς ἱκεσίαις κρατύνονται· διὸ ἀνυμνοῦντες βοῶμέν σοι· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

 

Κύριε, ἐλέησον ιβ’ (12).

 

Καὶ τὴν εὐχὴν ταύτην:

            Μνήσθητι, Κύριε, τῶν ἐπ᾽ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, καὶ πάντων τῶν ἐν εὐσεβείᾳ καὶ πίστει τελειωθέντων, καὶ συγχώρησον αὐτοῖς πᾶν πλημμέλημα, ἑκούσιόν τε καὶ ἀκούσιον, ἐν λόγῳ ἢ ἔργῳ ἢ κατὰ διάνοιαν πλημμεληθὲν ὑπ᾽ αὐτῶν. Καὶ κατασκήνωσον αὐτοὺς ἐν τόποις φωτεινοῖς, ἐν τόποις χλοεροῖς, ἐν τόποις ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη, καὶ στεναγμός, ὅπου ἡ ἐπισκοπὴ τοῦ προσώπου Σου εὐφραίνει πάντας τοὺς ἀπ᾽ αἰῶνος Ἁγίους Σου. Χάρισαι αὐτοῖς καὶ ἡμῖν τὴν Βασιλείαν Σου καὶ τὴν μέθεξιν τῶν ἀφράστων καὶ αἰωνίων Σου ἀγαθῶν, καὶ τῆς Σῆς ἀπεράντου καὶ μακαρίας ζωῆς τὴν ἀπόλαυσιν. Σὺ γὰρ εἶ ἡ ζωή, ἡ ἀνάστασις, καὶ ἡ ἀνάπαυσις τῶν κεκοιμημένων δούλων Σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ Σου Πατρί, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

 

            περένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ Σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι, ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.

 

Εὐχὴ τοῦ Ἁγίου Ἰωαννικίου.

            ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον, Τριὰς Ἁγία, δόξα Σοι.

            Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Συμφώνως πρὸς ἀρχαίαν παράδοσιν τοῦ Ἁγίου Ὄρους προστίθενται καὶ τὰ ἀκόλουθα τροπάρια:

Ἦχος πλ. β’.

            λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

            Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ Σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ᾽ ἐπίβλεψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου, καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

            Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

            Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

            Κύριε, ἐλέησον μ’ (40). Δόξα… Καὶ νῦν…

 

            Τὴν Τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

 

            Δόξα… Καὶ νῦν… Κύριε, ἐλέησον γ’ (3), ἐν ὀνόματι Κυρίου, (Πάτερ Ἅγιε), εὐλόγησον. Καὶ Ἀπόλυσις.

 

            Δι᾽ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ΤΕΛΟΣ  ΑΚΟΛΟΥΘΙΑΣ  ΜΕΣΟΝΥΚΤΙΚΟΥ

 


ΣΗΜΕΙΩΣΕΙΣ:

 

(1) Εἰς ὅλας τὰς ἀκολουθίας, εἰ μὲν παρίσταται Ἱερεύς, λέγει, Εὐλογητὸς ὁ Θεὸς ἡμῶν… Εἰ δὲ μή, λέγομεν, Δι᾽ εὐχῶν…

(2) Κατὰ τὴν περίοδον τοῦ Πάσχα, μέχρι τῆς Πεντηκοστῆς, τὸ Βασιλεῦ Οὐράνιε… δὲν λέγεται.

(3) Κατὰ τὴν περίοδον τοῦ Πάσχα, μέχρι καὶ τῆς Ἀποδόσεως, ἀντὶ τοῦ ἀρχικοῦ Ἅγιος ὁ Θεός… γ’ (3) λέγεται τὸ Χριστὸς ἀνέστη… γ’ (3) καὶ συνεχίζομεν μὲ τὸ Δόξα… Καὶ νῦν… Παναγία Τριάς… καὶ τὰ λοιπά.