ΑΡΧΙΚΗ / ΙΕΡΟΝ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ / ΑΚΟΛΟΥΘΙΑ ΟΡΘΡΟΥ

ΙΕΡΟΝ ΠΡΟΣΕYΧΗΤΑΡΙΟΝ

ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΕΚΚΛΗΣΙΑΣ

Μητροπολίτης Γ.Ο.Χ. Θεσσαλονίκης Χρυσόστομος (Μητρόπουλος )
Μητροπολίτης Γ.Ο.Χ. Θεσσαλονίκης
Χρυσόστομος (Μητρόπουλος )

Ἔκδοσις Β´ – Θεσσαλονίκη 2014

Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ

 1. ΠΡΟΛΟΓΟΣ

 2. ΕΙΣΑΓΩΓΗ – ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ

 3. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΣΟΝΥΚΤΙΚΟΥ

 4. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ / ΕΞΑΨΑΛΜΟΣ

 5. ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ’ ΩΡΑΣ

 6. Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ

 7. ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ / ΧΑΙΡΕΤΙΣΜΟΙ ΘΕΟΤΟΚΟΥ

 8. ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

 9. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ

10. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ

11. ΑΝΑΣΤΑΣΙΜΑ ΤΡΟΠΑΡΙΑ ΤΩΝ ΟΚΤΩ ΗΧΩΝ

12. ΤΡΟΠΑΡΙΑ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ / ΑΠΟΛΥΤΙΚΙΑ ΚΑΤΑ ΤΑΞΙΝ ΑΓΙΩΝ

13. ΜΑΚΑΡΙΟΣ ΑΝΗΡ

14. ΑΝΟΙΞΑΝΤΑΡΙΑ

15. ΤΡΙΑΔΙΚΑ ΜΕΓΑΛΥΝΑΡΙΑ

16. ΕΥΛΟΓΗΤΑΡΙΑ ΑΝΑΣΤΑΣΙΜΑ

17. ΕΥΛΟΓΗΤΑΡΙΑ ΝΕΚΡΩΣΙΜΑ

18. ΥΜΝΟΙ ΚΑΤΑΝΥΚΤΙΚΟΙ

19. ΕΥΧΑΙ ΤΗΣ ΤΡΑΠΕΖΗΣ

20. ΠΕΡΙ ΣΧΙΣΜΑΤΩΝ ΚΑΙ ΑΙΡΕΣΕΩΝ

21.  ΚΑΤΑΔΙΚΗ ΤΟΥ ΝΕΟΥ ΗΜΕΡΟΛΟΓΙΟΥ

22. ΚΑΤΑΔΙΚΗ ΦΛΩΡΙΝΟΣΕΡΑΦΕΙΜΙΚΩΝ

23. ΚΑΤΑΔΙΚΗ ΝΕΟΕΙΚΟΝΟΜΑΧΙΑΣ

24. ΚΑΤΑΔΙΚΗ ΕΚΚΛΗΣΙΟΜΑΧΩΝ

25. ΟΜΟΛΟΓΙΑ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ

26. ΠΡΟΕΤΟΙΜΑΣΙΑ ΔΙΑ ΤΗΝ ΘΕΙΑΝ ΚΟΙΝΩΝΙΑΝ, ΤΟΝ ΜΕΓΑΝ ΑΓΙΑΣΜΟΝ, ΤΟ ΑΝΤΙΔΩΡΟΝ & ΤΟΝ ΜΙΚΡΟΝ ΑΓΙΑΣΜΟΝ

27. ΑΙ ΝΗΣΤΕΙΑΙ ΤΟΥ ΕΤΟΥΣ

28. ΚΑΤΑΛΥΣΕΙΣ ΝΗΣΤΕΙΩΝ

29. ΜΗΝΟΛΟΓΙΟΝ ΑΚΙΝΗΤΩΝ ΕΟΡΤΩΝ

30. ΚΙΝΗΤΑΙ ΕΟΡΤΑΙ ΤΡΙΩΔΙΟΥ & ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΥ

31. ΠΑΣΧΑΛΙΑ 2014 – 2034

 

            Δι᾽ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. (1)

 

Μετανοίας γ’ (3).

            Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ. (2)

            Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

            Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

 

Ψαλμὸς ΙΘ’ (19).

            πακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ ᾿Ιακώβ.

            Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.

            Μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

            Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.

            Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.

            Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου. Νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ.

            Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ· ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.

            Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα.

            Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.

            Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.

 

Ψαλμὸς Κ’ (20).

            Κύριε, ἐν τῇ δυνάμει Σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ Σου ἀγαλλιάσεται σφόδρα.

            Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.

            Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος· ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.

            Ζωὴν ᾐτήσατό Σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

            Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ Σου· δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾿ αὐτόν.

            Ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος· εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου Σου.

            Ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον· καὶ ἐν τῷ ἐλέει τοῦ ῾Υψίστου οὐ μὴ σαλευθῇ.

            Εὑρεθείη ἡ χείρ Σου πᾶσι τοῖς ἐχθροῖς Σου· ἡ δεξιά Σου εὕροι πάντας τοὺς μισοῦντάς Σε.

            Ὅτι θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου Σου· Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.

            Τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων.

            ῞Οτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλὰς αἷς οὐ μὴ δύνωνται στῆναι.

            Ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις Σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.

            Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει Σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας Σου.

 

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

ΤΡΙΣΑΓΙΟΝ

            γιος ὁ Θεός… γ’ (3). Δόξα… Καὶ νῦν… Παναγία Τριάς… Κύριε, ἐλέησον γ’ (3). Δόξα… Καὶ νῦν… Πάτερ ἡμῶν… Δι᾽ εὐχῶν…

 

Καὶ τὰ ἐφεξῆς τροπάρια:

 

            Σῶσον, Κύριε, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ Σὸν φυλάττων διὰ τοῦ Σταυροῦ Σου πολίτευμα.

 

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

 

            ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ Σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς Σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει Σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων. Τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήτητον τρόπαιον.

 

            Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Θεοτοκίον.

            Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε· στήριξον Ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.

 

Κύριε, ἐλέησον γ’ (3).

 

            Εἰ μὲν πάρεστιν ἱερεύς, λέγομεν τὸν ὀνόματι Κυρίου, Πάτερ Ἅγιε, εὐλόγησον. Εἰ δ᾽ οὐ, εὐθέως τό:

 

            Δι᾽ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

Ο  ΕΞΑΨΑΛΜΟΣ (3)

            Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. (τρίς)

            Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. (δίς)

 

Ψαλμὸς Γ’ (3).

            Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾽ ἐμέ.

            Πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.

            Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου, καὶ ὑψῶν τὴν κεφαλήν μου.

            Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.

            Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.

            Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ συνεπιτιθεμένων μοι.

            Ἀνάστα, Κύριε, σῶσόν με ὁ Θεός μου, ὅτι Σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως· ὀδόντας ἁμαρτωλῶν συνέτριψας.

            Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν Σου ἡ εὐλογία Σου.

 

Καὶ πάλιν.

            γὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.

 

Ψαλμὸς ΛΖ’ (37).

            Κύριε, μὴ τῷ θυμῷ Σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ Σου παιδεύσῃς με.

            Ὅτι τὰ βέλη Σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾽ ἐμὲ τὴν χεῖρά Σου.

            Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς Σου· οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.

            Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ.

            Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.

            Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.

            Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.

            Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.

            Κύριε, ἐναντίον Σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.

            Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστι μετ᾽ ἐμοῦ.

            Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν.

            Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου· καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.

            Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ.

            Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.

            Ὅτι ἐπὶ Σοί, Κύριε, ἤλπισα· Σὺ εἰσακούσῃ, Κύριε, ὁ Θεός μου.

            Ὅτι εἶπον· μήποτε ἐπιχαρῶσι μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπ᾽ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.

            Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.

            Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.

            Οἱ δὲ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως.

            Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην.

            Μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ.

            Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

 

Καὶ πάλιν.

            Μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ.

            Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

 

Ψαλμὸς ΞΒ’ (62).

            Θεός, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ Σε ἡ ψυχή μου, ποσαπλῶς Σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.

            Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην Σοι, τοῦ ἰδεῖν τὴν δύναμίν Σου καὶ τὴν δόξαν Σου.

            Ὅτι κρεῖσσον τὸ ἔλεός Σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί Σε.

            Οὕτως εὐλογήσω Σε ἐν τῇ ζωῇ μου, καὶ ἐν τῷ ὀνόματί Σου ἀρῶ τὰς χεῖράς μου.

            Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.

            Εἰ ἐμνημόνευόν Σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς Σέ.

            Ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων Σου ἀγαλλιάσομαι.

            Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω Σου· ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά Σου.

            Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου· εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται.

            Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ· ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ· ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.

 

Καὶ πάλιν.

            ν τοῖς ὄρθροις ἐμελέτων εἰς Σέ, ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων Σου ἀγαλλιάσομαι.

            Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω Σου· ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά Σου.

 

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα Σοι ὁ Θεός γ’ (3). Κύριε, ἐλέησον γ’ (3). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Ψαλμὸς ΠΖ’ (87).

            Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον Σου.

            Εἰσελθέτω ἐνώπιόν Σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς Σου εἰς τὴν δέησίν μου.

            Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾍδῃ ἤγγισε.

            Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον· ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος.

            Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός Σου ἀπώσθησαν.

            Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.

            Ἐπ᾽ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός Σου, καὶ πάντας τοὺς μετεωρισμούς Σου ἐπήγαγες ἐπ᾽ ἐμέ.

            Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾽ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς· παρεδόθην καὶ οὐκ ἐξεπορευόμην.

            Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς Σέ, Κύριε, ὅλην τὴν ἡμέραν· διεπέτασα πρὸς Σὲ τὰς χεῖράς μου.

            Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί Σοι;

            Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός Σου, καὶ τὴν ἀλήθειάν Σου ἐν τῇ ἀπωλείᾳ;

            Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά Σου, καὶ ἡ δικαιοσύνη Σου ἐν γῇ ἐπιλελησμένῃ;

            Κᾀγὼ πρὸς Σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωῒ ἡ προσευχή μου προφθάσει Σε.

            Ἵνα τί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν Σου ἀπ᾽ ἐμοῦ;

            Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου· ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.

            Ἐπ᾽ ἐμὲ διῆλθον αἱ ὀργαί Σου, οἱ φοβερισμοί Σου ἐξετάραξάν με.

            Ἐκύκλωσάν με ὡσεὶ ὕδωρ, ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα.

            Ἐμάκρυνας ἀπ᾽ ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.

 

Καὶ πάλιν.

            Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον Σου.

            Εἰσελθέτω ἐνώπιόν Σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς Σου εἰς τὴν δέησίν μου.

 

Ψαλμὸς ΡΒ’ (102).

            Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ Ἅγιον Αὐτοῦ.

            Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις Αὐτοῦ.

            Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου.

            Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.

            Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου· ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.

            Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.

            Ἐγνώρισε τὰς ὁδοὺς Αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα Αὐτοῦ.

            Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.

            Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.

            Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος Αὐτοῦ ἐπὶ τοὺς φοβουμένους Αὐτόν.

            Καθ᾽ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾽ ἡμῶν τὰς ἀνομίας ἡμῶν.

            Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους Αὐτόν· ὅτι Αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμέν.

            Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.

            Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.

            Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους Αὐτόν.

            Καὶ ἡ δικαιοσύνη Αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην Αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν Αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.

            Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον Αὐτοῦ, καὶ ἡ Βασιλεία Αὐτοῦ πάντων δεσπόζει.

            Εὐλογεῖτε τὸν Κύριον πάντες οἱ Ἄγγελοι Αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον Αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων Αὐτοῦ.

            Εὐλογεῖτε τὸν Κύριον πᾶσαι αἱ Δυνάμεις Αὐτοῦ, λειτουργοὶ Αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα Αὐτοῦ.

            Εὐλογεῖτε τὸν Κύριον πάντα τὰ ἔργα Αὐτοῦ· ἐν παντὶ τόπῳ τῆς Δεσποτείας Αὐτοῦ, εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

 

Καὶ πάλιν.

            Ἐν παντὶ τόπῳ τῆς Δεσποτείας Αὐτοῦ, εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

 

Ψαλμὸς ΡΜΒ’ (142).

            Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου.

            Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν.

            Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

            Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

            Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων.

            Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι.

            Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.

            Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

            Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα.

            Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ᾖρα τὴν ψυχήν μου.

            Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς Σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου.

            Τὸ Πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με.

            Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.

            Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί.

 

Καὶ πάλιν.

            Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ Σου, καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου. (δίς)

            Τὸ πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.

 

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα Σοι ὁ Θεός γ’ (3), ἡ ἐλπὶς ἡμῶν, Κύριε, Δόξα Σοι.

 

            Εἶτα ψάλλομεν τὸ «Θεὸς Κύριος…», κατὰ τὸν ἦχον τοῦ Ἀπολυτικίου τὸ ὁποῖον ἀκολουθεῖ κατὰ τὴν προβλεπομένην Τυπικὴν Διάταξιν.

 

            Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

            Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. (Ψαλμ. ΡΔ´ 1)

            Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν…

            Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. (Ψαλμ. ΡΙΖ´ 10)

            Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν…

            Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. (Ψαλμ. ΡΙΖ´ 23)

            Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν…

 

            Kαὶ ψάλλομεν τὰ ἀνάλογα Ἀπολυτίκια: τὸ Ἀναστάσιμον τῆς Κυριακῆς ἢ τῆς Δεσποτικῆς ἢ τῆς Θεομητορικῆς Ἑορτῆς ἢ τοῦ Ἁγίου τῆς ἡμέρας ἢ ἐκ τῶν παρατιθεμένων (ΔΕΣ ΕΔΩ→ ΑΝΑΣΤΑΣΙΜΑ ΤΡΟΠΑΡΙΑ και ΤΡΟΠΑΡΙΑ ΕΒΔΟΜΑΔΟΣ). Δόξα…, τὸ αὐτὸ ἢ ἕτερον προβλεπόμενον. Καὶ νῦν…, τὸ ἀντίστοιχον Θεοτοκίον.

 

            Κύριε, ἐλέησον γ’ (3), ἐν ὀνόματι Κυρίου, (Πάτερ Ἅγιε), εὐλόγησον.  Καὶ Ἀπόλυσις.

 

Δι᾽ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ΤΕΛΟΣ  ΤΟΥ  ΕΞΑΨΑΛΜΟΥ

 

ΣΗΜΕΙΩΣΕΙΣ:

(1)

Καθ᾽ἅπαν τὸ ἔτος, μετὰ τὸ Δι᾽ εὐχῶν… λέγομεν Δεῦτε προσκυνήσωμεν… γ’ (3). Κατὰ δὲ τὴν Μεγάλην Τεσσαρακοστήν, μετὰ τὸ Δι᾽ εὐχῶν… λέγομεν τὸ Τρισάγιον, Ἅγιος ὁ Θεός… γ’ (3). Δόξα… Καὶ νῦν… Παναγία Τριάς… Κύριε, ἐλέησον γ’ (3). Δόξα… Καὶ νῦν… Πάτερ ἡμῶν… Δι᾽ εὐχῶν…Κύριε, ἐλέησον ιβ’ ( 12), Δεῦτε προσκυνήσωμεν…γ’ (3), καὶ τοὺς ἐφεξῆς δύο Ψαλμούς.

 

(2)

Κατὰ τὴν περίοδον τοῦ Πάσχα, μέχρι καὶ τῆς Ἀποδόσεως, ἀντὶ τοῦ Δεῦτε προσκυνήσωμεν…, ψάλλεται τὸ Χριστὸς ἀνέστη…γ’ (3).

 

(3)

Κατὰ τὴν ἀνάγνωσιν τοῦ Ἑξαψάλμου, ἱστάμεθα μετὰ πάσης ἡσυχίας, σιωπῆς, κατανύξεως, εὐλαβείας καὶ φόβου Θεοῦ, μὴ ποιοῦντες μετανοίας ἢ τὸ σημεῖον τοῦ Σταυροῦ, εἰ μὴ μόνον εἰς τὸ τέλος. Οὐδὲ κηρία ἀφήνομεν ἀναμμένα, παρὰ μόνον τὰς κανδήλας.


 

Τῌ ΔΕ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΤΕΣΣΑΡΑΚΟΣΤῌ,

ἀντὶ τοῦ Θεὸς Κύριος…, ψάλλομεν τὸ Ἀλληλούϊα… γ’ (3),
μετὰ τῶν ἐφεξῆς Στίχων:

Ἦχος πλ. δ’.

            Στίχ. α’. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς Σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. (Ἡσ. ΚΣΤ´ 9)

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

            Στίχ. β’. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. (Ἡσ. ΚΣΤ´ 9)

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

            Στίχ. γ’. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται. (Ἡσ. ΚΣΤ´ 11)

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

            Στίχ. δ’. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς. (Ἡσ. ΚΣΤ´ 15)

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα

            Εἶτα ψάλλονται, ὡς ἐν τῇ προηγουμένῃ περιπτώσει ἐσημειώθη, τὰ Ἀπολυτίκια τῆς ἡμέρας, τὸ Θεοτοκίον, καὶ λέγεται τὸ  «Δι᾽ εὐχῶν…»