ΑΡΧΙΚΗ / ΙΕΡΟΝ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ / ΕΥΛΟΓΗΤΑΡΙΑ ΝΕΚΡΩΣΙΜΑ
ΙΕΡΟΝ ΠΡΟΣΕΧΗΤΑΡΙΟΝ
ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΕΚΚΛΗΣΙΑΣ
Ἔκδοσις Β´ – Θεσσαλονίκη 2014
ΕΥΛΟΓΗΤΑΡΙΑ ΝΕΚΡΩΣΙΜΑ
4. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ / ΕΞΑΨΑΛΜΟΣ
7. ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ / ΧΑΙΡΕΤΙΣΜΟΙ ΘΕΟΤΟΚΟΥ
8. ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ
9. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ
10. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ
11. ΑΝΑΣΤΑΣΙΜΑ ΤΡΟΠΑΡΙΑ ΤΩΝ ΟΚΤΩ ΗΧΩΝ
12. ΤΡΟΠΑΡΙΑ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ / ΑΠΟΛΥΤΙΚΙΑ ΚΑΤΑ ΤΑΞΙΝ ΑΓΙΩΝ
17. ΕΥΛΟΓΗΤΑΡΙΑ ΝΕΚΡΩΣΙΜΑ
20. ΠΕΡΙ ΣΧΙΣΜΑΤΩΝ ΚΑΙ ΑΙΡΕΣΕΩΝ
21. ΚΑΤΑΔΙΚΗ ΤΟΥ ΝΕΟΥ ΗΜΕΡΟΛΟΓΙΟΥ
22. ΚΑΤΑΔΙΚΗ ΦΛΩΡΙΝΟΣΕΡΑΦΕΙΜΙΚΩΝ
25. ΟΜΟΛΟΓΙΑ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ
26. ΠΡΟΕΤΟΙΜΑΣΙΑ ΔΙΑ ΤΗΝ ΘΕΙΑΝ ΚΟΙΝΩΝΙΑΝ, ΤΟΝ ΜΕΓΑΝ ΑΓΙΑΣΜΟΝ, ΤΟ ΑΝΤΙΔΩΡΟΝ & ΤΟΝ ΜΙΚΡΟΝ ΑΓΙΑΣΜΟΝ
29. ΜΗΝΟΛΟΓΙΟΝ ΑΚΙΝΗΤΩΝ ΕΟΡΤΩΝ
Ἦχος πλ. α’.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἁγίων ὁ χορὸς εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου· εὕρω κἀγὼ τὴν ὁδὸν διὰ τῆς μετανοίας· τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Οἱ τὸν ἀμνὸν τοῦ Θεοῦ κηρύξαντες καὶ σφαγιασθέντες ὥσπερ ἄρνες, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, Ἅγιοι, καὶ ἀΐδιον μετατεθέντες, τοῦτον ἐκτενῶς, Μάρτυρες, αἰτήσασθαι, ὀφλημάτων λύσιν ἡμῖν δωρήσασθαι.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Οἱ τὸν ὁδὸν τὴν στενὴν βαδίσαντες τεθλιμμένην πάντες οἱ ἐν βίῳ· οἱ τὸν Σταυρὸν ὡς ζυγὸν ἀράμενοι καὶ Ἐμοὶ ἀκολουθήσαντες ἐν πίστει· δεῦτε ἀπολαύετε, ἃ ἡτοίμασα ὑμῖν βραβεῖα καὶ στέφη τὰ οὐράνια.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εἰκών εἰμι τῆς ἀῤῥήτου δόξης Σου, εἰ καὶ στίγματα φέρω πταισμάτων· οἰκτείρησον τὸ Σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον Σῇ εὐσπλαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, Παραδείσου πάλιν ποιῶν πολίτην με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ὁ πάλαι μὲν ἐκ μὴ ὄντων πλάσας με καὶ εἰκόνι Σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ᾽ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ἀνάπαυσον, ὁ Θεός, τοὺς δούλους Σου καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες· τοὺς κεκοιμημένους δούλους Σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.
Δόξα Πατρὶ… Τριαδικόν.
Τὸ τριλαμπὲς τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα· φώτισον ἡμᾶς πίστει Σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
Καὶ νῦν… Θεοτοκίον.
Χαῖρε, σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα εἰς πάντων σωτηρίαν, δι᾽ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν· διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεός.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεός.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεός· ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν κεκοιμημένων δούλων Σου.