ΑΡΧΙΚΗ / ΙΕΡΟΝ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ / ΕΥΧΑΙ ΤΗΣ ΤΡΑΠΕΖΗΣ

ΙΕΡΟΝ ΠΡΟΣΕΧΗΤΑΡΙΟΝ

ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΕΚΚΛΗΣΙΑΣ

Μητροπολίτης Γ.Ο.Χ. Θεσσαλονίκης Χρυσόστομος (Μητρόπουλος )

Ἔκδοσις Β´ – Θεσσαλονίκη 2014

ΕΥΧΑΙ ΤΗΣ ΤΡΑΠΕΖΗΣ

 

Για Ἄνευ και Μετὰ Ἱερέως

 1. ΠΡΟΛΟΓΟΣ

 2. ΕΙΣΑΓΩΓΗ – ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ

 3. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΣΟΝΥΚΤΙΚΟΥ

 4. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ / ΕΞΑΨΑΛΜΟΣ

 5. ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ’ ΩΡΑΣ

 6. Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ

 7. ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ / ΧΑΙΡΕΤΙΣΜΟΙ ΘΕΟΤΟΚΟΥ

 8. ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

 9. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ

10. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ

11. ΑΝΑΣΤΑΣΙΜΑ ΤΡΟΠΑΡΙΑ ΤΩΝ ΟΚΤΩ ΗΧΩΝ

12. ΤΡΟΠΑΡΙΑ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ / ΑΠΟΛΥΤΙΚΙΑ ΚΑΤΑ ΤΑΞΙΝ ΑΓΙΩΝ

13. ΜΑΚΑΡΙΟΣ ΑΝΗΡ

14. ΑΝΟΙΞΑΝΤΑΡΙΑ

15. ΤΡΙΑΔΙΚΑ ΜΕΓΑΛΥΝΑΡΙΑ

16. ΕΥΛΟΓΗΤΑΡΙΑ ΑΝΑΣΤΑΣΙΜΑ

17. ΕΥΛΟΓΗΤΑΡΙΑ ΝΕΚΡΩΣΙΜΑ

18. ΥΜΝΟΙ ΚΑΤΑΝΥΚΤΙΚΟΙ

19. ΕΥΧΑΙ ΤΗΣ ΤΡΑΠΕΖΗΣ

20. ΠΕΡΙ ΣΧΙΣΜΑΤΩΝ ΚΑΙ ΑΙΡΕΣΕΩΝ

21.  ΚΑΤΑΔΙΚΗ ΤΟΥ ΝΕΟΥ ΗΜΕΡΟΛΟΓΙΟΥ

22. ΚΑΤΑΔΙΚΗ ΦΛΩΡΙΝΟΣΕΡΑΦΕΙΜΙΚΩΝ

23. ΚΑΤΑΔΙΚΗ ΝΕΟΕΙΚΟΝΟΜΑΧΙΑΣ

24. ΚΑΤΑΔΙΚΗ ΕΚΚΛΗΣΙΟΜΑΧΩΝ

25. ΟΜΟΛΟΓΙΑ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ

26. ΠΡΟΕΤΟΙΜΑΣΙΑ ΔΙΑ ΤΗΝ ΘΕΙΑΝ ΚΟΙΝΩΝΙΑΝ, ΤΟΝ ΜΕΓΑΝ ΑΓΙΑΣΜΟΝ, ΤΟ ΑΝΤΙΔΩΡΟΝ & ΤΟΝ ΜΙΚΡΟΝ ΑΓΙΑΣΜΟΝ

27. ΑΙ ΝΗΣΤΕΙΑΙ ΤΟΥ ΕΤΟΥΣ

28. ΚΑΤΑΛΥΣΕΙΣ ΝΗΣΤΕΙΩΝ

29. ΜΗΝΟΛΟΓΙΟΝ ΑΚΙΝΗΤΩΝ ΕΟΡΤΩΝ

30. ΚΙΝΗΤΑΙ ΕΟΡΤΑΙ ΤΡΙΩΔΙΟΥ & ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΥ

31. ΠΑΣΧΑΛΙΑ 2014 – 2034

ΕΥΧΑΙ ΤΗΣ ΤΡΑΠΕΖΗΣ (Ἄνευ Ἱερέως)

 

Εὐχὴ πρὸ τοῦ Μεσημβρινοῦ γεύματος.

            Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου, ἐλθέτω ἡ Βασιλεία Σου, γενηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε, ἐλέησον  γ’ (3).

            Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῷσον ἡμᾶς. Ἀμήν.

 

Μετὰ τὸ Γεῦμα.

            Εὐχαριστοῦμέν Σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων Σου ἀγαθῶν. Μὴ στερήσῃς ἡμᾶς καὶ τῆς ἐπουρανίου Σου Βασιλείας, ἀλλ’ ὡς ἐν μέσω τῶν Μαθητῶν Σου παρεγένου, Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ’ ἡμῶν καὶ σῷσον ἡμᾶς.

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε, ἐλέησον  γ’ (3).

            Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῷσον ἡμᾶς. Ἀμήν.

 

Εὐχὴ πρὸ τοῦ Δείπνου.

            Φάγονται πένητες καὶ ἐμπλησθήσονται καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. Ἀμήν.

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε, ἐλέησον  γ’ (3).

            Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῷσον ἡμᾶς. Ἀμήν.

 

Μετὰ τὸν Δεῖπνον.

            Εὔφρανας ἡμᾶς, Κύριε, ἐν τοῖς ποιήμασί Σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἠγαλλιασάμεθα. Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου Σου, Κύριε. Ἔδωκας εὐφροσύνην εἰς τὰς καρδίας ἡμῶν· ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου, αὐτῶν ἐνεπλήσθημεν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθησόμεθα καὶ ὑπνώσωμεν· ὅτι Σύ, Κύριε, κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκησας ἡμᾶς. Ἀμήν.

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε, ἐλέησον  γ’ (3).

            Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῷσον ἡμᾶς. Ἀμήν.

 

            Ἐν ἡμέραις νηστείας, ἀντὶ τοῦ Εὔφρανας ἡμᾶς, μετὰ τὸ Δεῖπνον λέγεται τὸ Εὐχαριστοῦμέν Σοι, Χριστὲ…

 

 


 

ΕΥΧΑΙ  ΤΗΣ  ΤΡΑΠΕΖΗΣ (Μετὰ Ἱερέως)

 

Εὐχὴ πρὸ τοῦ Μεσημβρινοῦ γεύματος.

Ἡμεῖς: Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς… Δόξα Πατρὶ… Καὶ νῦν καὶ ἀεὶ …Κύριε, ἐλέησον γ’ (3), ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ, τὰ παρατιθέμενα ἐπὶ τῆς τραπέζης ταύτης.

Ὁ Ἱερεύς εὐλογῶν: Χριστὲ ὁ Θεός, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων Σου, ὅτι Ἅγιος εἶ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν… Ἀμήν.

 

Μετὰ τὸ Γεῦμα.

Ἡμεῖς: Δόξα Πατρὶ… Καὶ νῦν…. Κύριε, ἐλέησον γ’ (3), ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ, τὰ περισσεύματα τῶν κλασμάτων τῆς Τραπέζης ταύτης. 

Ὁ Ἱερεύς εὐλογῶν: Χριστὲ ὁ Θεός, εὐλόγησον τὰ περισσεύματα τῶν κλασμάτων τῆς Τραπέζης ταύτης καὶ πλήθυνον αὐτὰ εἰς τὸν οἶκον τοῦτον (ἢ ἐκκλησίαν ἢ μονὴν ταύτην) καὶ εἰς πᾶν οἶκον εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν καὶ εἰς τὸν κόσμον Σου ἅπαντα εἰς αἰῶνας αἰώνων. Ἀμήν.

Ἡμεῖς: Εὐχαριστοῦμέν Σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν… Δόξα Πατρὶ… Καὶ νῦν…. Κύριε, ἐλέησον γ’ (3), ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.

Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεός, ὁ ἐλεῶν καὶ τρέφων ἡμᾶς ἐκ τῶν πλουσίων Αὐτοῦ δωρεῶν τῇ Αὐτοῦ Θείᾳ Χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοῦς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀπόλυσις. Δόξα Σοι, Χριστὲ ὁ Θεός, ἡ Ἐλπὶς ἡμῶν, δόξα Σοι… 

Εἶτα λέγομεν τὸ τυχὸν τροπάριον, καὶ ὁ Ἱερεύς: Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῷσον ἡμᾶς. Ἀμήν.

 

Εὐχὴ πρὸ τοῦ Δείπνου.

Ἡμεῖς: Φάγονται πένητες καὶ ἐμπλησθήσονται καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. Ἀμήν. Δόξα Πατρὶ… Καὶ νῦν καὶ ἀεὶ …Κύριε, ἐλέησον γ’ (3), ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ, τὰ παρατιθέμενα ἐπὶ τῆς τραπέζης ταύτης.

Ὁ Ἱερεύς εὐλογῶν: Χριστὲ ὁ Θεός, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν… Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν…Ἀμήν.

 

Μετὰ τὸ Δεῖπνον.

Ἡμεῖς: Εὔφρανας ἡμᾶς, Κύριε…Δόξα Πατρὶ… Καὶ νῦν…. Κύριε, ἐλέησον γ’ (3), ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ, τὰ περισσεύματα τῶν κλασμάτων τῆς τραπέζης ταύτης.

Ὁ Ἱερεύς εὐλογῶν: Χριστὲ ὁ Θεός, εὐλόγησον τὰ περισσεύματα…

Ἡμεῖς: Δόξα Πατρὶ… Καὶ νῦν…. Κύριε, ἐλέησον γ’ (3), ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.

Ὁ Ἱερεύς: Μεθ᾽ἡμῶν ὁ Θεὸς τῇ Αὐτοῦ Θείᾳ Χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοῦς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀπόλυσις. Δόξα Σοι, Χριστὲ ὁ Θεός, ἡ Ἐλπὶς ἡμῶν, δόξα Σοι… 

Εἶτα ψάλλομεν τὸ τυχὸν τροπάριον, καὶ ὁ  Ἱερεύς: Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν… Ἀμήν.