ΑΡΧΙΚΗ / ΙΕΡΟΝ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ / ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ’ ΩΡΑΣ

ΙΕΡΟΝ ΠΡΟΣΕYΧΗΤΑΡΙΟΝ

ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΕΚΚΛΗΣΙΑΣ

Μητροπολίτης Γ.Ο.Χ. Θεσσαλονίκης Χρυσόστομος (Μητρόπουλος )
Μητροπολίτης Γ.Ο.Χ. Θεσσαλονίκης
Χρυσόστομος (Μητρόπουλος )

Ἔκδοσις Β´ – Θεσσαλονίκη 2014

Η ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ’ ΩΡΑΣ

 1. ΠΡΟΛΟΓΟΣ

 2. ΕΙΣΑΓΩΓΗ – ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ

 3. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΣΟΝΥΚΤΙΚΟΥ

 4. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ / ΕΞΑΨΑΛΜΟΣ

 5. ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ’ ΩΡΑΣ

 6. Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ

 7. ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ / ΧΑΙΡΕΤΙΣΜΟΙ ΘΕΟΤΟΚΟΥ

 8. ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

 9. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ

10. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ

11. ΑΝΑΣΤΑΣΙΜΑ ΤΡΟΠΑΡΙΑ ΤΩΝ ΟΚΤΩ ΗΧΩΝ

12. ΤΡΟΠΑΡΙΑ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ / ΑΠΟΛΥΤΙΚΙΑ ΚΑΤΑ ΤΑΞΙΝ ΑΓΙΩΝ

13. ΜΑΚΑΡΙΟΣ ΑΝΗΡ

14. ΑΝΟΙΞΑΝΤΑΡΙΑ

15. ΤΡΙΑΔΙΚΑ ΜΕΓΑΛΥΝΑΡΙΑ

16. ΕΥΛΟΓΗΤΑΡΙΑ ΑΝΑΣΤΑΣΙΜΑ

17. ΕΥΛΟΓΗΤΑΡΙΑ ΝΕΚΡΩΣΙΜΑ

18. ΥΜΝΟΙ ΚΑΤΑΝΥΚΤΙΚΟΙ

19. ΕΥΧΑΙ ΤΗΣ ΤΡΑΠΕΖΗΣ

20. ΠΕΡΙ ΣΧΙΣΜΑΤΩΝ ΚΑΙ ΑΙΡΕΣΕΩΝ

21.  ΚΑΤΑΔΙΚΗ ΤΟΥ ΝΕΟΥ ΗΜΕΡΟΛΟΓΙΟΥ

22. ΚΑΤΑΔΙΚΗ ΦΛΩΡΙΝΟΣΕΡΑΦΕΙΜΙΚΩΝ

23. ΚΑΤΑΔΙΚΗ ΝΕΟΕΙΚΟΝΟΜΑΧΙΑΣ

24. ΚΑΤΑΔΙΚΗ ΕΚΚΛΗΣΙΟΜΑΧΩΝ

25. ΟΜΟΛΟΓΙΑ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ

26. ΠΡΟΕΤΟΙΜΑΣΙΑ ΔΙΑ ΤΗΝ ΘΕΙΑΝ ΚΟΙΝΩΝΙΑΝ, ΤΟΝ ΜΕΓΑΝ ΑΓΙΑΣΜΟΝ, ΤΟ ΑΝΤΙΔΩΡΟΝ & ΤΟΝ ΜΙΚΡΟΝ ΑΓΙΑΣΜΟΝ

27. ΑΙ ΝΗΣΤΕΙΑΙ ΤΟΥ ΕΤΟΥΣ

28. ΚΑΤΑΛΥΣΕΙΣ ΝΗΣΤΕΙΩΝ

29. ΜΗΝΟΛΟΓΙΟΝ ΑΚΙΝΗΤΩΝ ΕΟΡΤΩΝ

30. ΚΙΝΗΤΑΙ ΕΟΡΤΑΙ ΤΡΙΩΔΙΟΥ & ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΥ

31. ΠΑΣΧΑΛΙΑ 2014 – 2034

 

            Δι᾽ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

            Δόξα Σοι, ὁ Θεὸς ἡμῶν, δόξα Σοι, Ἁγία Τριάς, δόξα Σοι.

 

            Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν. (1)

 

ΤΡΙΣΑΓΙΟΝ

            γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἡμᾶς. (2) (τρίς)

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

            Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.

            Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

            Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου, ἐλθέτω ἡ Βασιλεία Σου, γενηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

            Δι᾽ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

Κύριε, ἐλέησον ιβ’ (12). Δόξα… Καὶ νῦν…

 

Μετανοίας γ’ (3).

            Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

            Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

            Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

 

Ψαλμὸς ΠΓ’ (83).

            ς ἀγαπητὰ τὰ σκηνώματά Σου, Κύριε τῶν δυνάμεων· ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.

            Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα.

            Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς.

            Τὰ θυσιαστήριά Σου, Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου.

            Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ Σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί Σε.

            Μακάριος ἀνὴρ ᾧ ἐστιν ἡ ἀντίληψις αὐτοῦ παρὰ σοί· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος εἰς τὸν τόπον ὃν ἔθετο.

            Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν· πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν, ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.

            Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ.

            Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεός, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ χριστοῦ Σου.

            Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς Σου ὑπὲρ χιλιάδας.

            Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.

            Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος, ὁ Θεὸς χάριν καὶ δόξαν δώσει· Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ.

            Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ Σέ.

 

Ψαλμὸς ΠΔ’ (84).

            Εὐδόκησας, Κύριε, τὴν γῆν Σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.

            Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ Σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.

            Κατέπαυσας πᾶσαν τὴν ὀργήν Σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ Σου.

            Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν Σου ἀφ᾽ ἡμῶν.

            Μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν Σου ἀπὸ γενεᾶς εἰς γενεάν;

            Ὁ Θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός Σου εὐφρανθήσεται ἐπὶ Σοί.

            Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός Σου, καὶ τὸ σωτήριόν Σου δῴης ἡμῖν.

            Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός· ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ᾽ αὐτόν.

            Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.

            Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.

            Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε.

            Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς.

            Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.

Ψαλμὸς ΠΕ’ (85).

            Κλῖνον, Κύριε, τὸ οὖς Σου, καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ.

            Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν Σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ Σέ.

            Ἐλέησόν με, Κύριε, ὅτι πρὸς Σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν.

            Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου Σου, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου.

            Ὅτι Σύ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις Σε.

            Ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.

            Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς Σέ, ὅτι ἐπήκουσάς μου.

            Οὐκ ἔστιν ὅμοιός Σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα Σου.

            Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν Σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά Σου.

            Ὅτι μέγας εἶ Σὺ καὶ ποιῶν θαυμάσια, Σὺ εἶ Θεὸς μόνος.

            Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ Σου, καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ Σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά Σου.

            Ἐξομολογήσομαί Σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά Σου εἰς τὸν αἰῶνα.

            Ὅτι τὸ ἔλεός Σου μέγα ἐπ᾽ ἐμὲ καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.

            Ὁ Θεός, παράνομοι ἐπανέστησαν ἐπ᾽ ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντό Σε ἐνώπιον αὐτῶν.

            Καὶ Σύ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός.

            Ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος Σου τῷ παιδί Σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης Σου.

            Ποίησον μετ᾽ ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν, ὅτι Σύ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.

Καὶ πάλιν.

            Ποίησον μετ᾽ ἐμοῦ σημεῖον εἰς ἀγαθόν…

 

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα Σοι ὁ Θεός γ’ (3). Κύριε, ἐλέησον γ’ (3).

 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

 

            Kαὶ ψάλλομεν τὸ ἀνάλογον Ἀπολυτίκιον, τὸ Ἀναστάσιμον τῆς Κυριακῆς ἢ τῆς Δεσποτικῆς ἢ τῆς Θεομητορικῆς Ἑορτῆς ἢ τοῦ Ἁγίου τῆς ἡμέρας ἢ ἐκ τῶν παρατιθεμένων (ΔΕΣ ΕΔΩ→ ΑΝΑΣΤΑΣΙΜΑ ΤΡΟΠΑΡΙΑ και ΤΡΟΠΑΡΙΑ ΕΒΔΟΜΑΔΟΣ)

 

            Τῇ δὲ Μεγάλῃ Τεσσαρακοστῇ λέγομεν τὰ ἑξῆς μετὰ τῶν στίχων:

            ἐν τῇ ἐνάτῃ ὥρᾳ δι᾽ ἡμᾶς σαρκὶ τοῦ θανάτου γευσάμενος, νέκρωσον τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

            Στίχος α’: Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν Σου, Κύριε· κατὰ τὸ λόγιόν Σου συνέτισόν με. (Ψαλμ. ΡΙΗ´ 169)

            ἐν τῇ ἐνάτῃ ὥρᾳ…

            Στίχος β’: Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν Σου, Κύριε· κατὰ τὸ λόγιόν Σου ῥῦσαί με. (Ψαλμ. ΡΙΗ´ 170)

            ἐν τῇ ἐνάτῃ ὥρᾳ…

 

            Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Θεοτοκίον.

            δι᾽ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου καὶ σταύρωσιν ὑπομείνας, Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ Σου· δεῖξον τὴν φιλανθρωπίαν Σου, ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν Σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

            Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά Σου τὸ Ἅγιον, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην Σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός Σου ἀφ᾽ ἡμῶν, δι᾽ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ Σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν Σου, καὶ Ἰσραὴλ τὸν Ἅγιόν Σου. (Δαν. Γ´, Προσευχὴ Ἀζαρίου, 10-11)

 

ΤΡΙΣΑΓΙΟΝ

            γιος ὁ Θεός… γ’ (3). Δόξα… Καὶ νῦν… Παναγία Τριάς… Κύριε, ἐλέησον γ’ (3). Δόξα… Καὶ νῦν… Πάτερ ἡμῶν… Δι᾽ εὐχῶν…

 

            Εἴ μεν ἐστὶ Κυριακή, λέγομεν τὴν Ὑπακοὴν τοῦ ἤχου· ἄλλως τὸ Κοντάκιον τῆς ἑορτῆς ἢ τοῦ Ἁγίου ἢ τῆς ἡμέρας.

 

            Βλέπων ὁ λῃστὴς τὸν ἀρχηγὸν τῆς ζωῆς ἐπὶ Σταυροῦ κρεμάμενον, ἔλεγεν· Εἰ μὴ Θεὸς ὑπῆρχε σαρκωθεὶς ὁ σὺν ἡμῖν σταυρωθείς, οὐκ ἂν ὁ ἥλιος τὰς ἀκτῖνας ἐναπέκρυψεν, οὐδὲ ἡ γῆ σειομένη ἐκυμαίνετο. Ἀλλ’ ὁ πάντων ἀνεχόμενος, μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ Σου.

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

            ν μέσῳ δύο λῃστῶν, ζυγὸς δικαιοσύνης εὑρέθη ὁ Σταυρός Σου· τοῦ μὲν καταγομένου εἰς ᾅδην, τῷ βάρει τῆς βλασφημίας, τοῦ δὲ κουφιζομένου πταισμάτων, πρὸς γνῶσιν θεολογίας, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

            Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

            Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Σωτῆρα τοῦ κόσμου ἐν τῷ Σταυρῷ θεωροῦσα, ἡ τεκοῦσα ἔλεγε δακρύουσα· Ὁ μὲν κόσμος ἀγάλλεται δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται ὁρώσης Σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.

 

Κύριε, ἐλέησον μ’ (40).

 

            ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις, καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς Σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον· τὰ σώματα ἅγνισον· τοὺς λογισμοὺς διόρθωσον· τὰς ἐννοίας κάθαρον· καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις Σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι, καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου Σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Κύριε, ἐλέησον γ’ (3).

 

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

            Τὴν Τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

 

            Δι᾽ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

Εὐχὴ τοῦ Μεγάλου Βασιλείου.

            Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾗ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου κρεμάμενος, τῷ εὐγνώμονι λῃστῇ τὴν εἰς τὸν Παράδεισον ὁδοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις Σου. Ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὐκ ἐσμὲν ἄξιοι ἄραι τὰ ὄμματα ἡμῶν, καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, διότι κατελίπομεν τὴν ὁδὸν τῆς δικαιοσύνης Σου καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τῶν καρδιῶν ἡμῶν. Ἀλλ᾽ ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα. Φεῖσαι ἡμῶν, Κύριε, κατὰ τὸ πλῆθος τοῦ ἐλέους Σου, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά Σου τὸ Ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν. Ἐξελοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρός, καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα, καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα· ἵνα τὸν παλαιὸν ἀποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ Σοὶ ζήσωμεν τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κηδεμόνι· καὶ οὕτω τοῖς Σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία. Σὺ γὰρ εἶ ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων Σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ Σου Πατρί, καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

            Κύριε, ἐλέησον γ’ (3), ἐν ὀνόματι Κυρίου, (Πάτερ Ἅγιε), εὐλόγησον.  Καὶ Ἀπόλυσις.

 

            Δι᾽ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ΤΕΛΟΣ ΤΗΣ  ΑΚΟΛΟΥΘΙΑΣ  ΤΗΣ  Θ’  ΩΡΑΣ


ΣΗΜΕΙΩΣΕΙΣ:

 

(1) Κατὰ τὴν περίοδον τοῦ Πάσχα, μέχρι τῆς Πεντηκοστῆς, τὸ Βασιλεῦ Οὐράνιε… δὲν λέγεται.

 

(2) Κατὰ τὴν περίοδον τοῦ Πάσχα, μέχρι καὶ τῆς Ἀποδόσεως, ἀντὶ τοῦ ἀρχικοῦ Ἅγιος ὁ Θεός… γ’ (3), ψάλλεται τὸ Χριστὸς ἀνέστη… γ’ (3), καὶ συνεχίζομεν μὲ τὸ Δόξα… Καὶ νῦν… Παναγία Τριάς… καὶ τὰ λοιπά.