ΑΡΧΙΚΗ / ΙΕΡΟΝ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ / ΜΕΓΑΛΗ ΠΑΡΑΚΛΗΣΗ
ΙΕΡΟΝ ΠΡΟΣΕΧΗΤΑΡΙΟΝ
ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΕΚΚΛΗΣΙΑΣ
Ἔκδοσις Β´ – Θεσσαλονίκη 2014
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ
ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ
ΕΙΣ ΤΗΝ ΥΠΕΡΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
Ποίημα τοῦ βασιλέως Θεοδώρου Δούκα τοῦ Λασκάρεως.
4. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ / ΕΞΑΨΑΛΜΟΣ
7. ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ / ΧΑΙΡΕΤΙΣΜΟΙ ΘΕΟΤΟΚΟΥ
8. ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ
9. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ
10. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ
11. ΑΝΑΣΤΑΣΙΜΑ ΤΡΟΠΑΡΙΑ ΤΩΝ ΟΚΤΩ ΗΧΩΝ
12. ΤΡΟΠΑΡΙΑ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ / ΑΠΟΛΥΤΙΚΙΑ ΚΑΤΑ ΤΑΞΙΝ ΑΓΙΩΝ
20. ΠΕΡΙ ΣΧΙΣΜΑΤΩΝ ΚΑΙ ΑΙΡΕΣΕΩΝ
21. ΚΑΤΑΔΙΚΗ ΤΟΥ ΝΕΟΥ ΗΜΕΡΟΛΟΓΙΟΥ
22. ΚΑΤΑΔΙΚΗ ΦΛΩΡΙΝΟΣΕΡΑΦΕΙΜΙΚΩΝ
25. ΟΜΟΛΟΓΙΑ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ
26. ΠΡΟΕΤΟΙΜΑΣΙΑ ΔΙΑ ΤΗΝ ΘΕΙΑΝ ΚΟΙΝΩΝΙΑΝ, ΤΟΝ ΜΕΓΑΝ ΑΓΙΑΣΜΟΝ, ΤΟ ΑΝΤΙΔΩΡΟΝ & ΤΟΝ ΜΙΚΡΟΝ ΑΓΙΑΣΜΟΝ
29. ΜΗΝΟΛΟΓΙΟΝ ΑΚΙΝΗΤΩΝ ΕΟΡΤΩΝ
Δι᾽ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Ψαλμὸς ΡΜΒ’ (142).
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ᾖρα τὴν ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς Σὲ κατέφυγον.Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου.
Τὸ Πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.
Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί.
Εἶτα ψάλλομεν τετράκις τὸ
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ εὐθὺς τὰ παρόντα τροπάρια:
Ἦχος δ’.Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον, ἐφ᾽ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τὸ αὐτὸ ἢ τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ ἢ τῆς Μονῆς.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ψαλμὸς Ν΄ (50), (λέγεται χῦμα).
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.
Ὁ Κανὼν ψάλλεται εἰς ἦχον πλ.δ’.
Ωδὴ α’. Ὁ Εἱρμός.
Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ φυγάδα πεζὸν ὁδίτην διέσωσεν, ἆσμα τῷ Θεῷ ἀναμέλποντα.
Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν λυπηρῶν ἐπαγωγαὶ χειμάζουσι τὴν ταπεινήν μου ψυχήν, καὶ συμφορῶν νέφη τὴν ἐμὴν καλύπτουσι καρδίαν, Θεονύμφευτε· ἀλλ᾽ ἡ Φῶς τετοκυῖα τὸ Θεῖον καὶ Προαιώνιον, λάμψον μοι τὸ φῶς τὸ χαρμόσυνον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐξ ἀμετρήτων ἀναγκῶν καὶ θλίψεων καὶ ἐξ ἐχθρῶν δυσμενῶν καὶ συμφορῶν βίου λυτρωθείς, Πανάχραντε, τῇ κραταιᾷ δυνάμει σου, ἀνυμνῶ, μεγαλύνω τὴν ἄμετρόν σου συμπάθειαν καὶ τὴν εἰς ἐμέ σου παράκλησιν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νῦν πεποιθὼς ἐπὶ τὴν σὴν κατέφυγον ἀντίληψιν κραταιάν, καὶ πρὸς τὴν σὴν σκέπην ὁλοψύχως ἔδραμον, καὶ γόνυ κλίνω, Δέσποινα, καὶ θρηνῶ καὶ στενάζω, μή με παρίδῃς τὸν ἄθλιον, τῶν Χριστιανῶν καταφύγιον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οὐ σιωπήσω τοῦ βοᾶν τρανώτατα τὰ μεγαλεῖα τὰ σά· εἰ μὴ γὰρ σύ, Κόρη, πάντοτε προΐστασο ὑπὲρ ἐμοῦ πρεσβεύουσα τῷ Υἱῷ καὶ Θεῷ σου, τίς ἐκ τοσούτου με κλύδωνος καὶ δεινῶν κινδύνων ἐῤῥύσατο;
Ωδὴ γ’. Ὁ Εἱρμός.
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε καὶ τῆς Ἐκκλησίας Δομῆτορ, Σύ με στερέωσον ἐν τῇ ἀγάπῃ τῇ Σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε Φιλάνθρωπε.
Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπορήσας ἐκ πάντων, ὀδυνηρῶς κράζω σοι· πρόφθασον, θερμὴ Προστασία καὶ σὴν βοήθειαν δός μοι τῷ δούλῳ σου, τῷ ταπεινῷ καὶ ἀθλίῳ, τῷ τὴν σὴν ἀντίληψιν ἐπιζητοῦντι θερμῶς.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐθαυμάστωσας ὄντως νῦν ἐπ᾽ ἐμοί, Δέσποινα, τὰς εὐεργεσίας σου, Κόρη, καὶ τὰ ἐλέη σου· ὅθεν δοξάζω σε καὶ ἀνυμνῶ καὶ γεραίρω τὴν πολλὴν καὶ ἄμετρον κηδεμονίαν σου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Καταιγίς με χειμάζει τῶν συμφορῶν, Δέσποινα, καὶ τῶν λυπηρῶν τρικυμίαι καταποντίζουσιν· ἀλλὰ προφθάσασα, χεῖρά μοι δὸς βοηθείας, ἡ θερμὴ ἀντίληψις καὶ προστασία μου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀληθῆ Θεοτόκον ὁμολογῶ, Δέσποινα, σὲ τὴν τοῦ θανάτου τὸ κράτος ἐξαφανίσασαν· ὡς γὰρ φυσίζωος, ἐκ τῶν δεσμῶν τῶν τοῦ ᾅδου πρὸς ζωὴν ἀνήγαγες, εἰς γῆν με ῥεύσαντα.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις Ἱερέως: Ἐλέησον ἡμᾶς ὁ Θεός… καὶ μνημονεύει τῶν ὀνομάτων περὶ ὧν ἡ Παράκλησις τελεῖται. Ἡμεῖς τὸ Κύριε, ἐλέησον γ’ (3) εἰς ἑκάστην δέησιν. Μὴ ὄντος Ἱερέως, Κύριε, ἐλέησον ιβ´(12).
Κάθισμα. Ἦχος β’.Τὰ ἄνω ζητῶν.
Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
Ωδὴ δ’. Ὁ Εἱρμός.
Σύ μου ἰσχύς, Κύριε, Σύ μου καὶ δύναμις, Σὺ Θεός μου, Σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπὼν καὶ τὴν ἡμετέραν πτωχείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ προφήτῃ Ἁμβακούμ, Σοὶ κραυγάζω· Τῇ δυνάμει Σου δόξα, φιλάνθρωπε.
Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Καὶ ποῦ λοιπὸν ἄλλην εὑρήσω ἀντίληψιν; ποῦ προσφύγω; ποῦ δὲ καὶ σωθήσομαι; τίνα θερμὴν ἔξω βοηθόν, θλίψεσι τοῦ βίου καὶ ζάλαις, οἴμοι, κλονούμενος; Εἰς σὲ μόνην ἐλπίζω καὶ θαῤῥῶ καὶ καυχῶμαι, καὶ προστρέχω τῇ σκέπῃ σου· σῶσον με.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὸν ποταμὸν τὸν γλυκερὸν τοῦ ἐλέους σου, τὸν πλουσίαις δωρεαῖς δροσίσαντα τὴν παναθλίαν καὶ ταπεινήν, Πάναγνε, ψυχήν μου, τῶν συμφορῶν καὶ τῶν θλίψεων καμίνῳ φλογισθεῖσαν, μεγαλύνω, κηρύττω, καὶ προστρέχω τῇ σκέπῃ σου· σῶσον με.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὲ τὴν ἁγνήν, σὲ τὴν Παρθένον καὶ ἄσπιλον, μόνην φέρω τεῖχος ἀπροσμάχητον, καταφυγήν, σκέπην κραταιάν, ὅπλον σωτηρίας.Μή με παρίδῃς τὸν ἄσωτον, ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία, θλιβομένων χαρὰ καὶ ἀντίληψις.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πῶς ἐξειπεῖν σοῦ κατ᾽ ἀξίαν δυνήσομαι τοὺς ἀμέτρους οἰκτιρμούς, ὦ Δέσποινα, τοὺς τὴν ἐμὴν πάντοτε ψυχήν, δεινῶς πυρουμένην, ὡς ὕδωρ περιδροσίσαντας; Ἀλλ᾽ ὦ τῆς σῆς προνοίας καὶ τῆς εὐεργεσίας, ἧς ἀφθόνως αὐτὸς παραπήλαυσα!
᾽Ωδὴ ε’. Ὁ Εἱρμός.
Ἵνα τί με ἀπώσω ἀπὸ τοῦ προσώπου Σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με τὸ ἀλλότριον σκότος τὸν δείλαιον; Ἀλλ᾽ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν Σου τὰς ὁδούς μου κατεύθυνον δέομαι.
Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐχαρίστως βοῶ σοι· χαῖρε, Μητροπάρθενε· χαῖρε, Θεόνυμφε· χαῖρε, θεία σκέπη· χαῖρε, ὅπλον καὶ τεῖχος ἀπόρθητον· χαῖρε, προστασία καὶ βοηθὲ καὶ σωτηρία, τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οἱ μισοῦντες με μάτην βέλεμνα καὶ ξίφη καὶ λάκκον ηὐτρέπισαν, καὶ ἐπιζητοῦσι τὸ πανάθλιον σῶμα σπαράξαι μου καὶ καταβιβάσαι πρὸς γῆν, Ἁγνή, ἐπιζητοῦσιν· ἀλλ᾽ ἐκ τούτων προφθάσασα σῶσόν με.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσου καὶ βλάβης με λύτρωσαι· καὶ τῇ σῇ δυνάμει ἐν τῇ σκέπῃ σου φύλαξον ἄτρωτον, ἐκ παντὸς κινδύνου καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων καὶ μισούντων με, Κόρη Πανύμνητε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τί σοι δῶρον προσάξω τῆς εὐχαριστίας, ἀνθ᾽ ὧν περ ἀπήλαυσα τῶν σῶν δωρημάτων καὶ τῆς σῆς ἀμετρήτου χρηστότητος; Τοιγαροῦν δοξάζω, ὑμνολογῶ καὶ μεγαλύνω σοῦ τὴν ἄμετρον πρός με συμπάθειαν.
᾽Ωδὴ ς’. Ὁ Εἱρμός.
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ Αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε· καὶ δέομαι, ὡς Ἰωνᾶς, ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.
Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὰ νέφη τῶν λυπηρῶν ἐκάλυψαν τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ σκοτασμὸν ἐμποιοῦσί μοι, Κόρη· ἀλλ᾽ ἡ γεννήσασα Φῶς τὸ ἀπρόσιτον, ἀπέλασον ταῦτα μακρὰν τῇ ἐμπνεύσει τῆς θείας πρεσβείας σου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παράκλησιν ἐν ταῖς θλίψεσιν οἶδα, καὶ τῶν νόσων ἰατρόν σε γινώσκω, καὶ παντελῆ συντριμμὸν τοῦ θανάτου, καὶ ποταμὸν τῆς ζωῆς ἀνεξάντλητον, καὶ πάντων τῶν ἐν συμφοραῖς ταχινὴν καὶ ὀξεῖαν ἀντίληψιν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οὐ κρύπτω σου τὸν βυθὸν τοῦ ἐλέους καὶ τὴν βρύσιν τῶν ἀπείρων θαυμάτων καὶ τὴν πηγὴν τὴν ἀέναον ὄντως τῆς πρὸς ἐμὲ συμπαθείας σου, Δέσποινα· ἀλλ᾽ ἅπασιν ὁμολογῶ καὶ βοῶ καὶ κηρύττω καὶ φθέγγομαι.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐκύκλωσαν αἱ τοῦ βίου με ζάλαι, ὥσπερ μέλισσαι κηρίον, Παρθένε, καὶ τὴν ἐμὴν κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλει τῶν θλίψεων· ἀλλ᾽ εὕροιμί σε βοηθὸν καὶ διώκτην καὶ ῥύστην, Πανάχραντε.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις Ἱερέως: Ἐλέησον ἡμᾶς ὁ Θεὸς… καὶ μνημονεύει τῶν ὀνομάτων περὶ ὧν ἡ Παράκλησις τελεῖται. Ἡμεῖς τὸ Κύριε, ἐλέησον γ’ (3) εἰς ἑκάστην δέησιν.Μὴ ὄντος Ἱερέως, Κύριε, ἐλέησον ιβ´ (12).
Κοντάκιον. Ἦχος β’.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.
Τὸ Α’ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ Δ’ Ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾽ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιὼν αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ Τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Καὶ εὐθὺς τὸ Προκείμενον:
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)
Στίχος: Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου. (Ψαλμὸς ΜΔ’ 11-12)
Τοῦ ὀνόματός Σου μνησθήσομαι ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
ΕΥΑΓΓΕΛΙΟΝ (Λουκ. Ι’ 38-42, ΙΑ’ 27-28)
Ἡμεῖς χῦμα: Ἐκ τοῦ κατὰ Λουκᾶν Ἁγίου Εὐαγγελίου. Ἅγιε Ἀπόστολε καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς.Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθήσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τῶν λόγων αὐτοῦ.Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει Σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῆς.Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά Σε καὶ μαστοὶ οὓς ἐθήλασας.Αὐτὸς δὲ εἶπε· Μενοῦν γε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.
Δόξα Σοι Κύριε, Δόξα Σοι.
Ἦχος β’.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Μὴ καταπιστεύσῃς με ἀνθρωπίνη προστασία, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου· θλίψις γὰρ ἔχει με· φέρειν οὐ δύναμαι τῶν δαιμόνων τὰ τοξεύματα· σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου· Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.
Θεοτοκία ὅμοια.
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ᾽ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν, ποίμνην καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Ὁ Ἱερεὺς εὐλογῶν μὲ Σταυρόν: Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν Σου… καὶ ἡμεῖς, Κύριε, ἐλέησον ιβ´ (12). Ὁ Ἱερεύς: Ἐλέει καὶ οἰκτιρμοῖς… καὶ ἡμεῖς, Ἀμήν. Μὴ ὄντος Ἱερέως, Κύριε, ἐλέησον ιβ´ (12).
᾽Ωδὴ ζ’. Ὁ Εἱρμός.
Παῖδες Ἑβραίων ἐν καμίνῳ κατεπάτησαν τὴν φλόγα θαρσαλέως καὶ εἰς δρόσον τὸ πῦρ μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Φῶς ἡ τεκοῦσα, Θεοτόκε, σκοτισθέντα με νυκτὶ ἁμαρτημάτων, φωταγώγησον σύ, Φωτὸς οὖσα δοχεῖον τὸ καθαρὸν καὶ ἄμωμον, ἵνα πόθῳ σε δοξάζω.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σκέπη γενοῦ καὶ προστασία καὶ ἀντίληψις καὶ καύχημα, Παρθένε, γυμνωθέντι μοι νῦν ἁπάσης βοηθείας, ἀβοήθητων δύναμις καὶ ἐλπὶς ἀπηλπισμένων.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὅλῃ ψυχῇ καὶ διανοίᾳ καὶ καρδίᾳ σε καὶ χείλεσι δοξάζω, ἀπολαύσας τῶν σῶν μεγάλων χαρισμάτων· ἀλλ᾽ ὦ τῆς σῆς χρηστότητος καὶ ἀπείρων σου θαυμάτων!
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Βλέψον ἱλέῳ ὄμματί σου καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω· καὶ δεινῶν συμφορῶν καὶ βλάβης καὶ κινδύνων καὶ πειρασμῶν με λύτρωσαι, ἀμετρήτῳ σου ἐλέει.
᾽Ωδὴ η’. Ὁ Εἱρμός.
Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωυσεῖ μυστήριον γνωρίσαντα Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τους αἰῶνας.
Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Διὰ σπλάγχνα ἐλέους σου, Παρθένε, μὴ παρίδῃς, Σεμνή, ποντούμενόν με σάλῳ βιοτικῶν κυμάτων· ἀλλὰ δίδου μοι χεῖρα βοηθείας, καταπονουμένῳ κακώσεσι τοῦ βίου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, Ἁγνή, καὶ συμφοραὶ τοῦ βίου, καὶ πειρασμοί με πάντοθεν ἐκύκλωσαν· ἀλλὰ πρόστηθί μοι καὶ ἀντιλαβοῦ μου τῇ κραταιᾷ σου σκέπῃ.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον ὑμνοῦμεν.
Ἐν ταῖς ζάλαις ἐφεῦρον σε λιμένα, ἐν ταῖς λύπαις χαρὰν καὶ εὐφροσύνην, καὶ ἐν ταῖς νόσοις ταχινὴν βοήθειαν, καὶ ἐν τοῖς κινδύνοις ῥῦστιν, καὶ προστάτιν ἐν τοῖς πειρατηρίοις.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χαῖρε, θρόνε πυρίμορφε Κυρίου· χαῖρε, θεία καὶ μανναδόχε στάμνε· χαῖρε, χρυσὴ λυχνία, λαμπὰς ἄσβεστε· χαῖρε, τῶν παρθένων δόξα, καὶ μητέρων ὡράϊσμα καὶ κλέος.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Καὶ πάλιν ὁ εἰρμός.
Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωυσεῖ μυστήριον γνωρίσαντα Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
᾽Ωδὴ θ’. Ὁ Εἱρμός.
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεὸς ὤφθη τοῖς ἄνθρωποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν εὐρυχωροτέρα τῶν οὐρανῶν· δι᾽ ὅ σε, Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων ταξιαρχίαι μεγαλύνουσιν.
Τροπάρια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πρὸς τίνα καταφύγω ἄλλην, Ἁγνή; ποῦ προσδράμω λοιπὸν καὶ σωθήσομαι; ποῦ πορευθῶ; ποίαν δὲ ἐφεύρω καταφυγήν; ποίαν θερμὴν ἀντίληψιν; ποίαν ἐν ταῖς θλίψεσι βοηθόν; Εἰς σὲ μόνην ἐλπίζω· εἰς σὲ μόνην καυχῶμαι· καὶ ἐπὶ σὲ θαῤῥῶν κατέφυγον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατὸν μεγαλεῖα τὰ σά, Θεονύμφευτε, καὶ τὸν βυθὸν τὸν ἀνεξερεύνητον ἐξειπεῖν τῶν ὑπὲρ νοῦν θαυμάτων σου, τῶν τετελεσμένων διηνεκῶς τοῖς πόθῳ σε τιμῶσι καὶ πίστει προσκυνοῦσιν, ὡς ἀληθῆ Θεοῦ λοχεύτριαν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐν ὕμνοις εὐχαρίστοις δοξολογῶ καὶ γεραίρω τὸ ἄμετρον ἔλεος, καὶ τὴν πολλὴν δύναμίν σου πᾶσιν ὁμολογῶ· καὶ τὰς εὐεργεσίας σου ἃς ὑπερεκένωσας εἰς ἐμὲ κηρύττω, μεγαλύνω, ψυχῇ τε καὶ καρδίᾳ καὶ λογισμῷ καὶ γλώσσῃ πάντοτε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὴν δέησίν μου δέξαι τὴν πενιχράν, καὶ κλαυθμὸν μὴ παρίδῃς καὶ δάκρυα καὶ στεναγμόν, ἀλλ’ ἀντιλαβοῦ μου, ὡς ἀγαθή, καὶ τὰς αἰτήσεις πλήρωσον· δύνασαι γάρ πάντα, ὡς πανσθενοῦς Δεσπότου Θεοῦ Μήτηρ, εἰ νεύσεις ἔτι μόνον πρὸς τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν.
Εἶτα τὰ Μεγαλυνάρια.
Ὁ ἱερεὺς ἢ ἡμεῖς θυμιάζομεν τὰς ἱερὰς εἰκόνας καὶ τὸν λαόν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σέ, τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου ὕμνοις τιμήσωμεν.
Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή· πρὸς σὲ καταφεύγω, τὴν Κεχαριτωμένην· ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.
Δέσποινα καὶ Μῆτερ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα.Ὦ Δέσποινα τοῦ κόσμου, γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ Θεοτόκῳ χαρμονικῶς· μετὰ τοῦ Προδρόμου καὶ πάντων τῶν Ἁγίων δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων τὴν εἰκόνα σου τὴν Σεπτήν, τὴν ἱστορηθεῖσαν ὑπὸ τοῦ Ἀποστόλου Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
ΤΡΙΣΑΓΙΟΝ
Ἅγιος ὁ Θεός… γ’ (3). Δόξα… Καὶ νῦν… Παναγία Τριάς… Κύριε, ἐλέησον γ’ (3). Δόξα… Καὶ νῦν… Πάτερ ἡμῶν… Δι᾽ εὐχῶν…
Ἦχος πλ. β’.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ Σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ᾽ ἐπίβλεψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου, καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ὁ Ἱερεὺς ποιεῖ τὴν ἐκτενῆ: Ἐλέησον ἡμᾶς ὁ Θεὸς… Ἔτι δεόμεθα ὑπὲρ ἐλέους ζωῆς… καὶ μνημονεύει τῶν ὀνομάτων περὶ ὧν ἡ Παράκλησις τελεῖται. Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι… Ἡμεῖς: Κύριε, ἐλέησον μ’ (40).Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τοῦ εἰσακοῦσαι… Ἐπάκουσον ἡμῶν ὁ Θεὸς… Σοφία.Ἡμεῖς: Εὐλόγησον. Ὁ Ἱερεύς: Ὁ ὢν Εὐλογητὸς… Στερεώσαι Κύριος ὁ Θεὸς… Ἡμεῖς: Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον γ´ (3), ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ. Ὁ Ἱερεὺς ποιεῖ τὴν Ἀπόλυσιν: Δόξα Σοι, ὁ Θεὸς ἡμῶν, δόξα Σοι… Μὴ ὄντος Ἱερέως, Κύριε, ἐλέησον μ’ (40), καὶ τὰ ἐξαποστειλάρια:
Ψαλλομένων τῶν κάτωθι Ἐξαποστειλαρίων, ἀσπαζόμεθα τὴν ἱερὰν εἰκόνα τῆς Θεοτόκου.
᾿Εξαποστειλάρια ἰδιόμελα.Ἦχος γ’.
Ἀπόστολοι ἐκ περάτων συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα· καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε, Μῆτερ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι τῶν αἰωνίων βασάνων.
Καὶ σὲ μεσίτριαν ἔχω πρὸς τὸν φιλάνθρωπον Θεόν· μή μου ἐλέγξῃ τὰς πράξεις ἐνώπιον τῶν Ἀγγέλων· παρακαλῶ σε, Παρθένε, βοήθησόν μοι ἐν τάχει.
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;
Δι᾽ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ΤΕΛΟΣ ΤΗΣ ΜΕΓΑΛΗΣ ΠΑΡΑΚΛΗΣΕΩΣ