ΑΡΧΙΚΗ / ΙΕΡΟΝ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ / ΑΝΑΣΤΑΣΙΜΑ ΤΡΟΠΑΡΙΑ

ΙΕΡΟΝ ΠΡΟΣΕΧΗΤΑΡΙΟΝ
ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΕΚΚΛΗΣΙΑΣ
Ἔκδοσις Β´ – Θεσσαλονίκη 2014
ΑΝΑΣΤΑΣΙΜΑ ΤΡΟΠΑΡΙΑ
ΑΠΟΛΥΤΙΚΙΑ, ΘΕΟΤΟΚΙΑ,
ΥΠΑΚΟΑΙ ΤΩΝ ΟΚΤΩ ΗΧΩΝ
4. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ / ΕΞΑΨΑΛΜΟΣ
7. ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ / ΧΑΙΡΕΤΙΣΜΟΙ ΘΕΟΤΟΚΟΥ
8. ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ
9. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ
10. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ
11. ΑΝΑΣΤΑΣΙΜΑ ΤΡΟΠΑΡΙΑ ΤΩΝ ΟΚΤΩ ΗΧΩΝ
12. ΤΡΟΠΑΡΙΑ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ / ΑΠΟΛΥΤΙΚΙΑ ΚΑΤΑ ΤΑΞΙΝ ΑΓΙΩΝ
20. ΠΕΡΙ ΣΧΙΣΜΑΤΩΝ ΚΑΙ ΑΙΡΕΣΕΩΝ
21. ΚΑΤΑΔΙΚΗ ΤΟΥ ΝΕΟΥ ΗΜΕΡΟΛΟΓΙΟΥ
22. ΚΑΤΑΔΙΚΗ ΦΛΩΡΙΝΟΣΕΡΑΦΕΙΜΙΚΩΝ
25. ΟΜΟΛΟΓΙΑ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ
26. ΠΡΟΕΤΟΙΜΑΣΙΑ ΔΙΑ ΤΗΝ ΘΕΙΑΝ ΚΟΙΝΩΝΙΑΝ, ΤΟΝ ΜΕΓΑΝ ΑΓΙΑΣΜΟΝ, ΤΟ ΑΝΤΙΔΩΡΟΝ & ΤΟΝ ΜΙΚΡΟΝ ΑΓΙΑΣΜΟΝ
29. ΜΗΝΟΛΟΓΙΟΝ ΑΚΙΝΗΤΩΝ ΕΟΡΤΩΝ
Ἀπολυτίκιον, Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν Σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων Σοι, Ζωοδότα· Δόξα τῇ Ἀναστάσει Σου, Χριστέ, δόξα τῇ βασιλείᾳ Σου, δόξα τῇ οἰκονομίᾳ Σου, μόνε φιλάνθρωπε.
Θεοτοκίον, Ἦχος α’.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε, τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ Κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ· ἐδείχθης πλατυτέρα τῶν οὐρανῷν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Ὑπακοή, Ἦχος α’.
Ἡ τοῦ Λῃστοῦ μετάνοια τὸν Παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν· ὅτι ἀνέστης, Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον, Ἦχος β’.
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ῞Αδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Θεοτοκίον, Ἦχος β’.
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σά, Θεοτόκε, μυστήρια· τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὑπακοή, Ἦχος β’.
Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά Σου αἱ γυναῖκες, Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν· φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον, Ἦχος γ’.
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον· πρωτότοκος τῶν νεκρῶν ἐγένετο· ἐκ κοιλίας ᾅδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Θεοτοκίον, Ἦχος γ’.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν ἀνυμνοῦμεν, Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ὑπακοή, Ἦχος γ’.
Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος ταῖς μυροφόροις ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἠγέρθη κενώσας τὰ μνήματα· τῆς φθορᾶς ἀλλοιωτὴν γνῶτε τὸν ἀναλλοίωτον· εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.
Ἀπολυτίκιον, Ἦχος δ’.
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος· ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Θεοτοκίον, Ἦχος δ’.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ, Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ὑπακοή, Ἦχος δ’.
Τὰ τῆς Σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον, Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον, Ἦχος πλ. α’.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκὶ ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Θεοτοκίον, Ἦχος πλ. α’.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ὑπακοή, Ἦχος πλ. α’.
Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον, Ἦχος πλ. β’.
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά Σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν· καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν Σου σῶμα. Ἐσκύλευσας τὸν ῞Αδην, μὴ πειρασθεὶς ὑπ᾽ αὐτοῦ· ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα Σοι.
Θεοτοκίον, Ἦχος πλ. β’.
Ὁ τὴν εὐλογημένην καλέσας Σου Μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή· ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα Σοι.
Ὑπακοή, Ἦχος πλ. β’.
Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ Σου θανάτῳ, Χριστέ, πύλας τοῦ ῞Αδου συντρίψας, ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον· καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.
Ἀπολυτίκιον, Ἦχος βαρύς.
Κατέλυσας τῷ Σταυρῷ Σου τὸν θάνατον· ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον· τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς Σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Θεοτοκίον, Ἦχος βαρύς.
Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας, Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.
Ὑπακοή, Ἦχος βαρύς.
Ὁ ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσόν με τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.
Ἀπολυτίκιον, Ἦχος πλ. δ’.
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος· ταφὴν καταδέξω τριήμερον· ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν, ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε, δόξα Σοι.
Θεοτοκίον, Ἦχος πλ. δ’.
Ὁ δι᾽ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου καὶ σταύρωσιν ὑπομείνας, Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας καὶ Ἔγερσιν δείξας, ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί Σου· δεῖξον τὴν φιλανθρωπίαν Σου ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν Σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Ὑπακοή, Ἦχος πλ. δ’.
Αἱ Μυροφόροι, τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν ἐν νεκροῖς τὸν ἀθάνατον· καὶ χαρᾶς εὐαγγέλια ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον· Ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.