ΑΡΧΙΚΗ / ΙΕΡΟΝ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ / ΤΡΙΑΔΙΚΑ ΜΕΓΑΛΥΝΑΡΙΑ

ΙΕΡΟΝ ΠΡΟΣΕΧΗΤΑΡΙΟΝ
ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΕΚΚΛΗΣΙΑΣ
Ἔκδοσις Β´ – Θεσσαλονίκη 2014
ΤΡΙΑΔΙΚΑ ΜΕΓΑΛΥΝΑΡΙΑ
4. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ / ΕΞΑΨΑΛΜΟΣ
7. ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ / ΧΑΙΡΕΤΙΣΜΟΙ ΘΕΟΤΟΚΟΥ
8. ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ
9. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ
10. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ
11. ΑΝΑΣΤΑΣΙΜΑ ΤΡΟΠΑΡΙΑ ΤΩΝ ΟΚΤΩ ΗΧΩΝ
12. ΤΡΟΠΑΡΙΑ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ / ΑΠΟΛΥΤΙΚΙΑ ΚΑΤΑ ΤΑΞΙΝ ΑΓΙΩΝ
15. ΤΡΙΑΔΙΚΑ ΜΕΓΑΛΥΝΑΡΙΑ
20. ΠΕΡΙ ΣΧΙΣΜΑΤΩΝ ΚΑΙ ΑΙΡΕΣΕΩΝ
21. ΚΑΤΑΔΙΚΗ ΤΟΥ ΝΕΟΥ ΗΜΕΡΟΛΟΓΙΟΥ
22. ΚΑΤΑΔΙΚΗ ΦΛΩΡΙΝΟΣΕΡΑΦΕΙΜΙΚΩΝ
25. ΟΜΟΛΟΓΙΑ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ
26. ΠΡΟΕΤΟΙΜΑΣΙΑ ΔΙΑ ΤΗΝ ΘΕΙΑΝ ΚΟΙΝΩΝΙΑΝ, ΤΟΝ ΜΕΓΑΝ ΑΓΙΑΣΜΟΝ, ΤΟ ΑΝΤΙΔΩΡΟΝ & ΤΟΝ ΜΙΚΡΟΝ ΑΓΙΑΣΜΟΝ
29. ΜΗΝΟΛΟΓΙΟΝ ΑΚΙΝΗΤΩΝ ΕΟΡΤΩΝ
Ἄξιόν ἐστιν ὡς ἀληθῶς τὴν ὑπέρθεον ὑμνεῖν Τριάδα, Ἄναρχον Πατέρα καὶ Παντουργόν, Συνάναρχον Λόγον, πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς ἀῤῥεύστως τεχθέντα, καὶ τὸ Ἅγιον Πνεῦμα, τὸ ἐκ Πατρὸς ἀχρόνως ἐκπορευόμενον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς τοῦ δοξάζειν Σε τὸν Θεὸν Λόγον, ὃν φρίττει καὶ τρέμει τὰ Χερουβεὶμ καὶ δοξολογοῦσιν αἱ Δυνάμεις τῶν οὐρανῶν, τὸν ἐξαναστάντα τριήμερον ἐκ τάφου, Χριστὸν τὸν ζωοδότην, φόβῳ δοξάσωμεν.
Ὑμνήσωμεν πάντες Θεοπρεπῶς, ᾄσμασιν ἐνθέοις, τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ Πνεῦμα τὸ θεῖον, τρισυπόστατον κράτος, τὴν μίαν Βασιλείαν καὶ Κυριότητα.
Ἣν ὑμνοῦσι πάντες οἱ γηγενεῖς καὶ δοξολογοῦσιν αἱ Δυνάμεις τῶν οὐρανῶν, τὴν ὑπὸ τῶν πάντων πιστῶν προσκυνουμένην, Μονάδα κατ᾽ οὐσίαν τὴν Τρισυπόστατον.
Τὴν Κυριαρχίαν τῶν Χερουβεὶμ καὶ τὴν Θεαρχίαν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαιρέτως Τριάδα ἐν Μονάδι, τὴν ὄντως Θεαρχίαν, Σὲ μεγαλύνομεν.
Πατέρα τὸν ἄναρχον καὶ Θεόν, Συνάναρχον Λόγον, σὺν τῷ Πνεύματι προσκυνῶ, Ἀχώριστον Μίαν ἑνουμένην οὐσίαν, Τρισάριθμον Μονάδα, ὕμνοις τιμήσωμεν.
Τὰς ἀκτινοβόλους Σου ἀστραπὰς λάμψον μοι, Θεέ μου, Τρισυπόστατε Παντουργέ, καὶ οἶκόν με δεῖξον Σῆς ἀπροσίτου δόξης, φαιδρὸν καὶ φωτοφόρον καὶ ἀναλλοίωτον.
Ὃν φρίττει καὶ τρέμει τὰ Χερουβεὶμ καὶ δοξολογοῦσι τῶν Ἀγγέλων αἱ στρατιαί, τὸν ἐκ τῆς Παρθένου ἀφράστως σαρκωθέντα, Χριστὸν τὸν Ζωοδότην φόβῳ δοξάσωμεν.
Ἐκ νεκρῶν ἰδοῦσα τὸν σὸν Υἱόν, ἄχραντε Παρθένε, ἀναστάντα Θεοπρεπῶς, χαρᾶς ἀνεκφράστου ἡ κτίσις ἐπληροῦτο, Αὐτὸν δοξολογοῦσα καὶ σὲ γεραίρουσα.
Τὴν Τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.