ΙΕΡΟΝ ΠΡΟΣΕΧΗΤΑΡΙΟΝ

ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΕΚΚΛΗΣΙΑΣ

Μητροπολίτης Γ.Ο.Χ. Θεσσαλονίκης Χρυσόστομος (Μητρόπουλος )

Ἔκδοσις Β´ – Θεσσαλονίκη 2014

ΑΝΟΙΞΑΝΤΑΡΙΑ

ψαλλόμενα πρὸ τοῦ Κύριε, ἐκέκραξα εἰς τὰς Παννυχίδας

 1. ΠΡΟΛΟΓΟΣ

 2. ΕΙΣΑΓΩΓΗ – ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ

 3. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΣΟΝΥΚΤΙΚΟΥ

 4. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ / ΕΞΑΨΑΛΜΟΣ

 5. ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ’ ΩΡΑΣ

 6. Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ

 7. ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ / ΧΑΙΡΕΤΙΣΜΟΙ ΘΕΟΤΟΚΟΥ

 8. ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

 9. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ

10. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ

11. ΑΝΑΣΤΑΣΙΜΑ ΤΡΟΠΑΡΙΑ ΤΩΝ ΟΚΤΩ ΗΧΩΝ

12. ΤΡΟΠΑΡΙΑ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ / ΑΠΟΛΥΤΙΚΙΑ ΚΑΤΑ ΤΑΞΙΝ ΑΓΙΩΝ

13. ΜΑΚΑΡΙΟΣ ΑΝΗΡ

14. ΑΝΟΙΞΑΝΤΑΡΙΑ

15. ΤΡΙΑΔΙΚΑ ΜΕΓΑΛΥΝΑΡΙΑ

16. ΕΥΛΟΓΗΤΑΡΙΑ ΑΝΑΣΤΑΣΙΜΑ

17. ΕΥΛΟΓΗΤΑΡΙΑ ΝΕΚΡΩΣΙΜΑ

18. ΥΜΝΟΙ ΚΑΤΑΝΥΚΤΙΚΟΙ

19. ΕΥΧΑΙ ΤΗΣ ΤΡΑΠΕΖΗΣ

20. ΠΕΡΙ ΣΧΙΣΜΑΤΩΝ ΚΑΙ ΑΙΡΕΣΕΩΝ

21.  ΚΑΤΑΔΙΚΗ ΤΟΥ ΝΕΟΥ ΗΜΕΡΟΛΟΓΙΟΥ

22. ΚΑΤΑΔΙΚΗ ΦΛΩΡΙΝΟΣΕΡΑΦΕΙΜΙΚΩΝ

23. ΚΑΤΑΔΙΚΗ ΝΕΟΕΙΚΟΝΟΜΑΧΙΑΣ

24. ΚΑΤΑΔΙΚΗ ΕΚΚΛΗΣΙΟΜΑΧΩΝ

25. ΟΜΟΛΟΓΙΑ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ

26. ΠΡΟΕΤΟΙΜΑΣΙΑ ΔΙΑ ΤΗΝ ΘΕΙΑΝ ΚΟΙΝΩΝΙΑΝ, ΤΟΝ ΜΕΓΑΝ ΑΓΙΑΣΜΟΝ, ΤΟ ΑΝΤΙΔΩΡΟΝ & ΤΟΝ ΜΙΚΡΟΝ ΑΓΙΑΣΜΟΝ

27. ΑΙ ΝΗΣΤΕΙΑΙ ΤΟΥ ΕΤΟΥΣ

28. ΚΑΤΑΛΥΣΕΙΣ ΝΗΣΤΕΙΩΝ

29. ΜΗΝΟΛΟΓΙΟΝ ΑΚΙΝΗΤΩΝ ΕΟΡΤΩΝ

30. ΚΙΝΗΤΑΙ ΕΟΡΤΑΙ ΤΡΙΩΔΙΟΥ & ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΥ

31. ΠΑΣΧΑΛΙΑ 2014 – 2034

            νοίξαντός Σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος. Ἀποστρέψαντος δέ Σου τὸ πρόσωπον, ταραχθήσονται. Δόξα Σοι ὁ Θεός, Ἀλληλούϊα.

 

            ντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσι. Δόξα Σοι ὁ Θεός, Ἀλληλούϊα.

 

            ξαποστελεῖς τὸ πνεῦμά Σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Δόξα Σοι Πάτερ, Δόξα Σοι Υἱέ, Δόξα Σοι τὸ Πνεῦμα τὸ Ἅγιον, Δόξα Σοι ὁ Θεός, Ἀλληλούϊα.

 

            τω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Δόξα Σοι Ἅγιε, Δόξα Σοι Κύριε, Δόξα Σοι Βασιλεῦ Οὐράνιε, Δόξα Σοι ὁ Θεός, Ἀλληλούϊα.

 

            ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. Δόξα Σοι Ἅγιε, Δόξα Σοι Κύριε, Δόξα Σοι Βασιλεῦ Οὐράνιε, Δόξα Σοι τὸ Πνεῦμα τὸ Ἅγιον. Δόξα Σοι ὁ Θεός, Ἀλληλούϊα.

 

            ῎Ασω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου, ἕως ὑπάρχω. Δόξα Σοι Τρισυπόστατε Θεότης, Πάτερ Υἱὲ καὶ Πνεῦμα. Σὲ προσκυνοῦμεν καὶ δοξάζομεν. Δόξα Σοι ὁ Θεός, Ἀλληλούϊα.

 

            δυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Δόξα Σοι Πάτερ Ἄναρχε, Δόξα Σοι Υἱὲ Συνάναρχε, Δόξα Σοι τὸ Πνεῦμα τὸ Ἅγιον τὸ Ὁμοούσιον καὶ Ὁμόθρονον, Τριὰς Ἁγία Δόξα Σοι. Δόξα Σοι ὁ Θεός, Ἀλληλούϊα.

 

            κλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Δόξα Σοι Πάτερ, Δόξα Σοι Υἱέ, Δόξα Σοι τὸ Πνεῦμα τὸ Ἅγιον, Τριὰς Ἁγία Δόξα Σοι. Δόξα Σοι ὁ Θεός, Ἀλληλούϊα.

 

            Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ, ἔθου σκότος, καὶ ἐγένετο νύξ. Δόξα Σοι Βασιλεῦ Ἐπουράνιε, Δόξα Σοι Παντοκράτορ σὺν Υἱῷ καὶ Πνεύματι. Δόξα Σοι ὁ Θεός, Ἀλληλούϊα.

 

            ς ἐμεγαλύνθη τὰ ἔργα Σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας. Δόξα Σοι Πάτερ ἀγέννητε, Δόξα Σοι Υἱὲ γεννητέ, Δόξα Σοι τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον καὶ ἐν Υἱῷ ἀναπαυόμενον, Τριὰς Ἁγία Δόξα Σοι. Δόξα Σοι ὁ Θεός, Ἀλληλούϊα.

 

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

 

            Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

            λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα Σοι ὁ Θεός, Ἀλληλούϊα.

 

            λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα Σοι ὁ Θεός, Ἀλληλούϊα.

 

            λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα Σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε Δόξα Σοι.