ΑΡΧΙΚΗ / ΙΕΡΟΝ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ / ΑΚΟΛΟΥΘΙΑΙ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

ΙΕΡΟΝ ΠΡΟΣΕYΧΗΤΑΡΙΟΝ

ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΕΚΚΛΗΣΙΑΣ

Μητροπολίτης Γ.Ο.Χ. Θεσσαλονίκης Χρυσόστομος (Μητρόπουλος )
Μητροπολίτης Γ.Ο.Χ. Θεσσαλονίκης
Χρυσόστομος (Μητρόπουλος )

Ἔκδοσις Β´ – Θεσσαλονίκη 2014

ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

 1. ΠΡΟΛΟΓΟΣ

 2. ΕΙΣΑΓΩΓΗ – ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ

 3. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΣΟΝΥΚΤΙΚΟΥ

 4. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ / ΕΞΑΨΑΛΜΟΣ

 5. ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ’ ΩΡΑΣ

 6. Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ

 7. ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ / ΧΑΙΡΕΤΙΣΜΟΙ ΘΕΟΤΟΚΟΥ

 8. ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

 9. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ

10. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ

11. ΑΝΑΣΤΑΣΙΜΑ ΤΡΟΠΑΡΙΑ ΤΩΝ ΟΚΤΩ ΗΧΩΝ

12. ΤΡΟΠΑΡΙΑ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ / ΑΠΟΛΥΤΙΚΙΑ ΚΑΤΑ ΤΑΞΙΝ ΑΓΙΩΝ

13. ΜΑΚΑΡΙΟΣ ΑΝΗΡ

14. ΑΝΟΙΞΑΝΤΑΡΙΑ

15. ΤΡΙΑΔΙΚΑ ΜΕΓΑΛΥΝΑΡΙΑ

16. ΕΥΛΟΓΗΤΑΡΙΑ ΑΝΑΣΤΑΣΙΜΑ

17. ΕΥΛΟΓΗΤΑΡΙΑ ΝΕΚΡΩΣΙΜΑ

18. ΥΜΝΟΙ ΚΑΤΑΝΥΚΤΙΚΟΙ

19. ΕΥΧΑΙ ΤΗΣ ΤΡΑΠΕΖΗΣ

20. ΠΕΡΙ ΣΧΙΣΜΑΤΩΝ ΚΑΙ ΑΙΡΕΣΕΩΝ

21.  ΚΑΤΑΔΙΚΗ ΤΟΥ ΝΕΟΥ ΗΜΕΡΟΛΟΓΙΟΥ

22. ΚΑΤΑΔΙΚΗ ΦΛΩΡΙΝΟΣΕΡΑΦΕΙΜΙΚΩΝ

23. ΚΑΤΑΔΙΚΗ ΝΕΟΕΙΚΟΝΟΜΑΧΙΑΣ

24. ΚΑΤΑΔΙΚΗ ΕΚΚΛΗΣΙΟΜΑΧΩΝ

25. ΟΜΟΛΟΓΙΑ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ

26. ΠΡΟΕΤΟΙΜΑΣΙΑ ΔΙΑ ΤΗΝ ΘΕΙΑΝ ΚΟΙΝΩΝΙΑΝ, ΤΟΝ ΜΕΓΑΝ ΑΓΙΑΣΜΟΝ, ΤΟ ΑΝΤΙΔΩΡΟΝ & ΤΟΝ ΜΙΚΡΟΝ ΑΓΙΑΣΜΟΝ

27. ΑΙ ΝΗΣΤΕΙΑΙ ΤΟΥ ΕΤΟΥΣ

28. ΚΑΤΑΛΥΣΕΙΣ ΝΗΣΤΕΙΩΝ

29. ΜΗΝΟΛΟΓΙΟΝ ΑΚΙΝΗΤΩΝ ΕΟΡΤΩΝ

30. ΚΙΝΗΤΑΙ ΕΟΡΤΑΙ ΤΡΙΩΔΙΟΥ & ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΥ

31. ΠΑΣΧΑΛΙΑ 2014 – 2034

            Κατὰ τὴν ἑβδομάδα τῆς Διακαινησίμου, ἀντὶ τοῦ Μεσονυκτικοῦ, τῶν Ὡρῶν, καὶ τοῦ Ἀποδείπνου, μετὰ τὸ Εὐλογητὸς ὁ Θεὸς… λέγονται χῦμα τὰ κάτωθι:

 

Ἦχος πλ. α’.

            Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος. γ’ (3)

 

           νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον, Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν Σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν Σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς Σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά Σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν. Ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. γ’ (3)

 

            Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου· Τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; Βλέπετε τὰ ἐντάφια σπάργανα· δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἡγέρθη ὁ Κύριος θανατώσας τὸν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.

 

            Εἰ καὶ ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλὰ τοῦ ᾅδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

 

            ν τάφῳ σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ Λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες, Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

 

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

 

            ς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος ὄντως καὶ παστάδος πάσης βασιλικῆς ἀναδέδεικται λαμπρότερος, Χριστέ, ὁ τάφος Σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.

 

            Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Θεοτοκίον.

            Τὸ τοῦ ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα, Χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε, τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξὶν ὑπάρχεις, πανάμωμε Δέσποινα.

 

            Τὸ Κύριε, ἐλέησον μ’ (40), Δόξα… Καὶ νῦν… Τὴν τιμιωτέραν… Δι᾽ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν…

 

            Τρισσεύεται δὲ ἡ τοιαύτη Ἀκολουθία ἐν τῷ Μεσονυκτικῷ, ἐν ταῖς Ὥραις, καὶ ἐν τοῖς Ἀποδείπνοις.

 

 

Η  ΑΡΧΗ  ΤΟΥ  ΟΡΘΡΟΥ ΚΑΙ  ΤΟΥ  ΕΣΠΕΡΙΝΟΥ

ΚΑΤΑ  ΤΗΝ  ΕΒΔΟΜΑΔΑ  ΤΗΣ  ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ 

            Κατὰ τὴν ἑβδομάδα τῆς Διακαινησίμου δὲν ἀναγινώσκεται τὸ πρῶτον μέρος τοῦ Ὄρθρου καὶ ὁ Ἑξάψαλμος οὔτε ὁ Προοιμιακὸς τοῦ Ἑσπερινοῦ. Ἀντ᾽ αὐτῶν δὲ λέγομεν τὰ κάτωθι θυμιάζοντες. Εἰ μὲν παρίσταται Ἱερεύς, ἐκφωνεῖ, Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἰ δ᾽ ἄλλως, λέγομεν τὸ Δι᾽ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. Καὶ αὖθις ψάλλονται τὰ ἀκόλουθα:

Ἦχος πλ. α’

            Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ Ἱερέως καὶ τρὶς ὑπὸ τῶν Χορῶν, ἄνευ στίχων. Μετὰ ταῦτα, λέγει ὁ Ἱερεὺς τοὺς ἑπομένους στίχους καὶ καθ᾽ ἕκαστον στίχον ψάλλεται ὁμοίως τὸ αὐτὸ Τροπάριον ὑπὸ τῶν Χορῶν ἐναλλάξ. Μὴ παρευρισκομένου Ἱερέως, λέγομεν ἡμεῖς ἅπαντα.

Στίχος α΄. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. (Ψαλμ. ΞΖ´ 2)

            Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Στίχος β΄. Ὡς ἐκλείπει καπνὸς ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. (Ψαλμ. ΞΖ´ 3)

            Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Στίχος γ΄. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. (Ψαλμ. ΞΖ´ 3-4)

            Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Στίχος δ΄. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. (Ψαλμ. ΡΙΖ´ 24)

            Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

            Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

            Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

            Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Εἶτα ὁ Ἱερεύς, γεγονωτέρᾳ φωνῇ

            Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας,

Ὁ Χορός

            Καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

            Ἀκολούθως εἰς μὲν τὸν Ὄρθρον λέγεται ὁ Κανὼν τῆς Ἑορτῆς, «Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί…», εἰς δὲ τὸν Ἑσπερινὸν τὸ Κύριε ἐκέκραξα… καὶ τὸ Κατευθυνθήτω ἡ προσευχή μου… μετὰ τῶν Στιχηρῶν, ἀμφότερα ἐκ τοῦ Πεντηκοσταρίου. Εἰ δ᾽ ἄλλως,

            Δι᾽ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.